1 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
1 | Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ . | The Preaching of John the Baptist Mk.1.1-8 (Judaea ) - written 45-60ce. Story opens c[ Mk.1.1-8 → ] - Mt.3.1-12, Lk.3.1-9, Jn.1.19-28 | |
2 | Kαθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ, ὃς κατασκευάσει τὴν ὁδόν σου· | - Behold, I send my messenger Mk.1.2 - Mal.3.1 | |
3 | φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ - | - the voice of one crying in the wilderness Mk.1.3 ( ) - - Is.40.1 | |
4 | ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἀφεσιν ἀμαρτιῶν. | ||
5 | καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἀμαρτίας αὐτῶν. | ||
6 | καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἀγριον. | ||
7 | καὶ ἐκήρυσσεν λέγων, Ἐρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· | ||
8 | ἐγὼ ἐβάπτισα ὑμᾶς ὑδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἀγίῳ. | ||
9 | Kαὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. | The Baptism of Jesus Mk.1.9-11[ Mk.1.9-11 → ] - Mt.3.13-17, Lk.3.21-22 | |
10 | καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὑδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν· | ||
11 | καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. | ||
12 | Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἐρημον. | The Temptation of Jesus Mk.1.12-13 (Wilderness of Judaea) -[ Mk.1.12-13 → ] - Mt.4.1-11, Lk.4.1-13 | |
13 | καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἀγγελοι διηκόνουν αὐτῷ. | ||
14 | Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ | The Calling of Four Fishermen Mk.1.14-20 (Capernaum) -[ Mk.1.14-20 → ] - Mt.4.18-22, Lk.4.14-15, Lk.5.1-11 | |
15 | καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ Ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. | ||
16 | Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἀλιεῖς. | ||
17 | καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἀλιεῖς ἀνθρώπων. | ||
18 | καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. | ||
19 | Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, | ||
20 | καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. | ||
21 | Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν. | The Man with an Unclean Spirit Mk.1.21-28 (Capernaum) -[ Mk.1.21-28 → ] - Lk.4.31-37 | |
22 | καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἐχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. | ||
23 | καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν | ||
24 | λέγων, Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Nαζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἀγιος τοῦ θεοῦ. | ||
25 | καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, φιμώθητι καὶ ἐξελθε ἐξ αὐτοῦ. | ||
26 | καὶ σπαράξαν αὐτὸν τὸ Πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. | ||
27 | καὶ ἐθαμβήθησαν ἀπαντες, ὡστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας, Τί ἐστιν τοῦτὸ διδαχὴ καινὴ κατ' ἐξουσίαν· καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. | ||
28 | καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὁλην τὴν περίχωρον τῆς Γαλιλαίας. | ||
29 | Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. | ← Jesus heals many people Mk.1.29-34 (Capernaum) -[ Mk.1.29-34 → ] - Mt.8.14-17, Lk.4.38-41 | |
30 | ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. | ||
31 | καὶ προσελθὼν ἠγειρεν αὐτὴν κρατήσας τῆς χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς. | ||
32 | Ὀψίας δὲ γενομένης, ὅτε ἐδυ ὁ ἡλιος, ἐφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἐχοντας καὶ τοὺς δαιμονιζομένους· | ||
33 | καὶ ἦν ὁλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. | ||
34 | καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἐχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἠφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾐδεισαν αὐτόν. | ||
35 | Καὶ πρωῒ ἐννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἐρημον τόπον κἀκεῖ προσηύχετο. | Jesus preaches in Galilee Mk.1.35-39 (Galilee) -[ Mk.1.35-39 → ] - Lk.4.42-44 | |
36 | καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ' αὐτοῦ, | ||
37 | καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσίν σε. | ||
38 | καὶ λέγει αὐτοῖς, Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον. | ||
39 | καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὁλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. | ||
40 | Καὶ ἐρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. | The Cleansing of a Leper Mk.1.40-45 (Galilee) -[ Mk.1.40-45 → ] - Mt.8.1-4, Lk.5.12-16 | |
41 | καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἡψατο καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι· | ||
42 | καὶ εὐθὺς ἀπῆλθεν ἀπ' αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. | ||
43 | καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν, | ||
44 | καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἰπῃς, ἀλλὰ ὑπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἂ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. | ||
45 | ὁ δὲ ἐξελθὼν ἠρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὡστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ' ἐξω ἐπ' ἐρήμοις τόποις ἦν· καὶ ἠρχοντο πρὸς αὐτὸν πάντοθεν. | ||
| ΜΚ:1 | >> |
---|