katapi New Study Bible - Synopsis of the Gospels - Parallel text: New Testament in Greek (UBS ed.26)||select-a-version

katapi HOME The Calming of a Storm - Mk.4.35-41  Mt.8.23-27  Lk.8.22-25     | GNT Books | notes

ΚΑΤΑ ΜΑΡΚΟΝ: 4
35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. 36καὶ ἀφέντες τὸν ὀχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἀλλα πλοῖα ἦν μετ' αὐτοῦ. 37καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὡστε ἠδη γεμίζεσθαι τὸ πλοῖον. 38καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθὰ; 39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἀνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστὲ οὐπω ἐχετε πίστιν; 41καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἐλεγον πρὸς ἀλλήλους, τίς ἀρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἀνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ: 8
23Καὶ ἐμβάντι αὐτῷ εἰς [τὸ] πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὡστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν. 25καὶ προσελθόντες ἠγειραν αὐτὸν λέγοντες, Κύριε, σῶσον, ἀπολλύμεθα. 26καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοὶ τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἀνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;

ΚΑΤΑ ΛΟΥΚΑΝ: 8
22Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν. 23πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες, Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὑδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλή νη. 25εἶπεν δὲ αὐτοῖς, Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἀρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὑδατι, καὶ ὑπακούου σιν αὐτῷ;

Notes: The most generally known harmonies of the Gospels are based upon the Huck-Lietzmann Synopsis (1936) of the three gospels and Sparks' Synopsis (1964) of four gospels. Many of the passages in these harmonies are too short to display in a useful manner on a web-page.
The katapi New Study Bible Synopsis of the Gospels is based upon the headings displayed in the New Study Bible reference table which in turn follows the headings printed in the United Bible Societies' New Testament in Greek. These sections are more useful for bible study. Columns are arranged so that the first column is your chosen heading from the bible passage list (highlighted). The harmonies that follow across the web-page are then in the normally accepted order.
For Old Testament references quoted by New Testament authors, you should either go back to the passage listing web-page and select the link on the 'version' column; or click on the column heading and search through the chapter for the relevant passage; than select the OT passage from the reference column.

Any mismatches, truncated verses, other mistakes ? Please e-mail me
© Paul Ingram 2009.