katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | The transjordanic tribes return and set up a memorial altar. Jos.22.1-34 | Lxx Contents | notes | GO TO highlighted passage ↓

 Old Testament in Greek (Septuagint) ΙΗΣΟΥΣ: The Septuagint in English (Brenton)

1 Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ρουβην καὶ τοὺς υἱοὺς Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση The transjordanic tribes return and set up a memorial altar. Jos.22.1-34The transjordanic tribes return and set up a memorial altar. Jos.22.1-34Then Joshua called together the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse,
2 καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἀκηκόατε πάντα, ὅσα ἐνετείλατο ὑμῖν Μωϋσῆς ὁ παῖς κυρίου, καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα, ὅσα ἐνετειλάμην ὑμῖν.   and said to them, Ye have heard all that Moses the servant of the Lord commanded you, and you have listened to my voice in all that he commanded you.
3 οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας· ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου τοῦ θεοῦ ὑμῶν.   Ye have not deserted your brethren these many days: until this day you have kept the commandment of the Lord your God.
4 νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωϋσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου.   And now the Lord our God has given our brethren rest, as he told them: now then return and depart to your homes, and to the land of your possession, which Moses gave you on the other side Jordan.
5 ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωϋσῆς ὁ παῖς κυρίου, ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.   But take great heed to do the commands and the law, which Moses the servant of the Lord commanded you to do; to love the Lord our God, to walk in all his ways, to keep hi commands, and to cleave to him, and serve him with all your mind, and with all your soul.
6 καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν. -   And Joshua blessed them, and dismissed them; and they went to their homes.
7 καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἔδωκεν Μωϋσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς,   And to [one] half the tribe of Manasse Moses gave a portion in the land of Basan, and to [the other] half Joshua gave a portion with his brethren on the other side of Jordan westward: and when Joshua sent them away to their homes, then he blessed them.
8 καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν, καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν, καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν.   And they departed with much wealth to their houses, and they divided the spoil of their enemies with their brethren; very much cattle, and silver, and gold, and iron, and much raiment.
9 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασση ἀπὸ τῶν υἱῶν Ισραηλ ἐκ Σηλω ἐν γῇ Χανααν ἀπελθεῖν εἰς γῆν Γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ.   So the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse, departed from the children of Israel in Selo in the land of Chanaan, to go away into Galaad, into the land of their possession, which they inherited by the command of the Lord, by the hand of Moses.
10 καὶ ἦλθον εἰς Γαλγαλα τοῦ Ιορδάνου, ἥ ἐστιν ἐν γῇ Χανααν, καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ιορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν.   And they came to Galaad of Jordan, which is in the land of Chanaan: and the children of Ruben, and the children of Gad, and the half tribe of Manasse built there an alter by Jordan, a great altar to look at.
11 καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων Ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση βωμὸν ἐφ' ὁρίων γῆς Χανααν ἐπὶ τοῦ Γαλααδ τοῦ Ιορδάνου ἐν τῷ πέραν υἱῶν Ισραηλ.   And the children of Israel heard say, Behold, the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse have built an alter at the borders of the land of Chanaan at Galaad of Jordan, on the opposite side to the children of Israel.
12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Σηλω ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.   And all the children of Israel gathered together to Selo, so as to go up and fight against them.
13 καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τὸ ἥμισυ φυλῆς Μανασση εἰς γῆν Γαλααδ τόν τε Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἀρχιερέως   And the children of Israel sent to the sons of Ruben, and the sons of Gad, and to the sons of the half tribe of Manasse into the land of Galaad, both Phinees the son of Eleazar the son of Aaron the priest,
14 καὶ δέκα τῶν ἀρχόντων μετ' αὐτοῦ, ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ισραηλ· ἄρχοντες οἴκων πατριῶν εἰσιν, χιλίαρχοι Ισραηλ.   and ten of the chiefs with him; [there was] one chief of every household out of all the tribes of Israel; (the heads of families are the captains of thousands in Israel.)
15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασση εἰς γῆν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες   And they came to the sons of Ruben, and to the sons of Gad, and to the half tribe of Manasse into the land of Galaad; and they spoke to them, saying,
16 Τάδε λέγει πᾶσα ἡ συναγωγὴ κυρίου Τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ισραηλ, ἀποστραφῆναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ κυρίου;   Thus says the whole congregation of the Lord, What [is] this transgression that you have transgressed before the God of Israel, to turn away today from the Lord, in that you have built for yourselves an alter, so that you should be apostates from the Lord?
17 μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογωρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ' αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου.   Is the sin of Phogor too little for you, whereas we have not been cleansed from it until this day, though there was a plague among the congregation of the Lord?
18 καὶ ὑμεῖς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου; καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ισραηλ ἔσται ἡ ὀργή.   And you have this day revolted from the Lord; and it shall come to pass if you revolt this day from the Lord, that to-morrow there shall be wrath upon all Israel.
19 καὶ νῦν εἰ μικρὰ ὑμῖν ἡ γῆ τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν.   And now if the land of your possession [be too] little, cross over to the land of the possession of the Lord, where the tabernacle of the Lord dwells, and receive you an inheritance among us; and do not become apostates from God, neither do you apostatize from the Lord, because of your having built an altar apart from the altar of the Lord our God.
20 οὐκ ἰδοὺ Αχαρ ὁ τοῦ Ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς μόνος ἦν· μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ;   Lo! did not Achar the [son] of Zara commit a trespass [taking] of the accursed thing, and there was wrath on the whole congregation of Israel? and he himself died alone in his own sin.
21 Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ισραηλ λέγοντες   And the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse answered, and spoke to the captains of the thousands of Israel, saying,
22 Ὁ θεὸς θεός ἐστιν κύριος, καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἶδεν, καὶ Ισραηλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ·   God [even] God is the Lord, and God [even] God himself knows, and Israel he shall know; if we have transgressed before the Lord by apostasy, let him not deliver us this day.
23 καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν ὥστε ἀναβιβάσαι ἐπ' αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ' αὐτοῦ θυσίαν σωτηρίου, κύριος ἐκζητήσει.   And if we have built to ourselves an altar, so as to apostatize from the Lord our God, so as to offer upon it a sacrifice of whole-burnt-offerings, so as to offer upon it a sacrifice of peace-offering,-- the Lord shall require it.
24 ἀλλ' ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες Ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν Τί ὑμῖν κυρίῳ τῷ θεῷ Ισραηλ;   But we have done this for the sake of precaution [concerning this] thing, saying, Lest hereafter your sons should say to our sons, What have you to do with the Lord God of Israel?
25 καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ιορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται κύριον.   Whereas the Lord has set boundaries between us and you, even Jordan, and you have no portion in the Lord: so your sons shall alienate our sons, that they should not worship the Lord.
26 καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,   And we gave orders to do thus, to build this altar, not for burnt-offerings, nor for meat-offerings;
27 ἀλλ' ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ' ἡμᾶς τοῦ λατρεύειν λατρείαν κυρίῳ ἐναντίον αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον Οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου.   but that this may be a witness between you and us, and between our posterity after us, that we may do service to the Lord before him, with our burnt-offerings and our meat-offerings and our peace-offerings: so your sons shall not say to our sons, hereafter, Ye have no portion in the Lord.
28 καὶ εἴπαμεν Ἑὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν Ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.   And we said, If ever it should come to pass that they should speak [so] to us, or to our posterity hereafter; then shall they say, Behold the likeness of the altar of the Lord, which our fathers made, not for the sake of burnt-offerings, nor for the sake of meat-offerings, but it is a witness between you and us, and between our sons.
29 μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις ἀποστῆναι ἀπὸ κυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμιν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου πλὴν τοῦ θυσιαστηρίου κυρίου, ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.   Far be it from us therefore that we should turn away from the Lord this day so as to apostatize from the Lord, so as that we should build an altar for burnt-offerings, and for peace-offerings, besides the altar of the Lord which is before his tabernacle.
30 Καὶ ἀκούσας Φινεες ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ισραηλ, οἳ ἦσαν μετ' αὐτοῦ, τοὺς λόγους, οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση, καὶ ἤρεσεν αὐτοῖς.   And Phinees the priest and all the chiefs of the congregation of Israel who were with him heard the words which the children of Ruben, and the children of Gad, and the half tribe of Manasse spoke; and it pleased them.
31 καὶ εἶπεν Φινεες ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση Σήμερον ἐγνώκαμεν ὅτι μεθ' ἡμῶν κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ισραηλ ἐκ χειρὸς κυρίου.   And Phinees the priest said to the sons of Ruben, and to the sons of Gad, and to the half of the tribe of Manasse, To-day we know that the Lord [is] with us, because you have not trespassed grievously against the Lord, and because you have delivered the children of Israel out of the hand of the Lord.
32 καὶ ἀπέστρεψεν Φινεες ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβην καὶ ἀπὸ τῶν υἱῶν Γαδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐκ γῆς Γαλααδ εἰς γῆν Χανααν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους,   So Phinees the priest and the princes departed from the children of Ruben, and from the children of Gad, and from the half tribe of Manasse out of Galaad into the land of Chanaan to the children of Israel; and reported the words to them.
33 καὶ ἤρεσεν τοῖς υἱοῖς Ισραηλ. καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ισραηλ, καὶ εὐλόγησαν τὸν θεὸν υἱῶν Ισραηλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ρουβην καὶ τῶν υἱῶν Γαδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασση. καὶ κατῴκησαν ἐπ' αὐτῆς.   And it pleased the children of Israel; and they spoke to the children of Israel, and blessed the God of the children of Israel, and told them to go up no more to war against the others to destroy the land of the children of Ruben, and the children of Gad, and he half tribe of Manasse: so they dwelt upon it.
34 καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ρουβην καὶ τῶν Γαδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασση καὶ εἶπεν ὅτι Μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν ὅτι κύριος ὁ θεὸς αὐτῶν ἐστιν.   And Joshua gave a name to the altar of the children of Ruben, and the children of Gad, and the half tribe of Manasse; and said, It is a testimony in the midst of them, that the Lord is their God.

Notes: This page displays passages from the Old Testament in Greek (Septuagint).
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.