katapi New Study Bible - OLD TESTAMENT in Greek || English (Brenton-Revised Standard Version)

katapi HOME | about Judges | contents | by passage | ← search | notes |

 ΚΡΙΤΑΙ << Judges: 12 >>The Septuagint (Brenton)ΚΡΙΤΑΙ (A)

1 Καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε Διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί. Jephthar & the Ephraimites. Jdg.12.1-7And the men of Ephraim assembled [themselves], and passed on to the north, and said to Jephthae, Why did you go over to fight with the children of Ammon, and did not call us to go with you? we will burn your house over you with fire. Καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε Τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί.
2 καὶ εἶπεν Ιεφθαε πρὸς αὐτούς Ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.  And Jephthae said to them, I and my people and the children of Ammon were very much engaged in war; and I called for you, and you did not save me out of their hand. καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε Ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα· καὶ ἐβόησα πρὸς ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
3 καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ' ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;  And I saw that you were no helper, and I put my life in my hand, and passed on to the sons of Ammon; and the Lord delivered them into my hand: and why have you come up against me this day to fight with me? καὶ εἶδον ὅτι οὐκ ἦν ὁ σῴζων, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί;
4 καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εφραιμ, καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ, ὅτι εἶπαν Οἱ διασῳζόμενοι τοῦ Εφραιμ ὑμεῖς, Γαλααδ ἐν μέσῳ τοῦ Εφραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση.  And Jephthae gathered all the men of Galaad, and fought with Ephraim; and the men of Galaad smote Ephraim, because they that were escaped of Ephraim said, Ye [are] of Galaad in the midst of Ephraim and in the midst of Manasse. καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ, καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ, ὅτι εἶπαν Οἱ διασεσῳσμένοι τοῦ Εφραιμ ὑμεῖς, Γαλααδ ἐν μέσῳ Εφραιμ καὶ ἐν μέσῳ Μανασση.
5 καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ, καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εφραιμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ Μὴ Εφραθίτης εἶ; καὶ εἶπεν Οὔ.  And Galaad took the fords of Jordan before Ephraim; and they that escaped of Ephraim said to them, Let us go over: and the men of Galaad said, Are you an Ephrathite? and he said, No. καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ, καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ Μὴ ὑμεῖς ἐκ τοῦ Εφραιμ; καὶ εἶπαν Οὔκ ἐσμεν.
6 καὶ εἶπαν αὐτῷ Εἰπὸν δὴ Στάχυς· καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες.  Then they said to him, Say now Stachys; and he did not rightly pronounce it so: and they took him, and slew him at the fords of Jordan; and there fell at that time of Ephraim two and forty thousand. καὶ εἶπαν αὐτοῖς Εἴπατε δὴ Σύνθημα· καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες.
7 Καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη. καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ.  And Jephthae judged Israel six years; and Jephthae the Galaadite died, and was buried in his city Galaad. Καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη. καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλααδ.
8 Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ. IBZAN, ELON, ABDON - Judges. Jdg.12.8-15And after him Abaissan of Bethleem judged Israel. Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ.
9 καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη.  And he had thirty sons, and thirty daughters, whom he sent forth; and he brought in thirty daughters for his sons from without; and he judged Israel seven years. καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω, καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη.
10 καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάφη ἐν Βαιθλεεμ.  And Abaissan died, and was buried in Bethleem. καὶ ἀπέθανεν Εσεβων καὶ ἐτάφη ἐν Βηθλεεμ.
11 Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη.  Jdg.12.11-12And after him Aelom of Zabulon judged Israel ten years. Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης. καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη.
12 καὶ ἀπέθανεν Αιλωμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αιλωμ ἐν γῇ Ζαβουλων.  And Aelom of Zabulon died, and was buried in Aelom in the land of Zabulon. καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ, καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλων.
13 Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης.  Jdg.12.13-15And after him Abdon the son of Ellel, the Pharathonite, judged Israel. Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης.
14 καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη.  And he had forty sons, and thirty grandsons, that rode upon seventy colts: and he judged Israel eight years. καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη.
15 καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθωμ ἐν γῇ Εφραιμ ἐν ὄρει τοῦ Αμαληκ.  And Abdon the son of Ellel, the Pharathonite, died, and was buried in Pharathon in the land of Ephraim in the mount of Amalec. καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γῇ Εφραιμ ἐν ὄρει Λανακ.

Notes: This page displays passages from the OLD TESTAMENT.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. I made constant use of my own copies of Swete's Lxx in preparation of the Greek text. Swete's Lxx can be viewed HERE, HERE, and HERE. Brenton's translation can be viewed HERE (... but not bookmarked!. Select by Book HERE). Any mismatches, truncated verses, other mistakes? Please e-mail me.