katapi New Study Bible - select-a-version

DB1 << katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

The Scroll and the Lamb  Re.5.1-14

1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἐσωθεν καὶ ὀπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2καὶ εἶδον ἀγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὐτε βλέπειν αὐτό. 4καὶ ἐγὼ ἐκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὐτε βλέπειν αὐτό. 5καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἐχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἱ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ ἀπεσταλνένοι εἰς πᾶσαν τὴν γῆν. 7καὶ ἦλθεν καὶ εἰληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8καὶ ὅτε ἐλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἰκοσι τέσσαρες πρεσβύτεροι ἐπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἐχοντες ἑκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἱ εἰσιν αἱ προσευχαὶ τῶν ἀγίων. 9καὶ ᾅδουδουσιν ᾠδὴν καινὴν λέγοντες,

Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον
καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,
ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἱματί σου
ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἐθνους,
10καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς,
καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.

11Καὶ εἶδον, καὶ ἠκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12λέγοντες φωνῇ μεγάλῃ,

Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
13καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἠκουσα λέγοντας,
Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
14καὶ τὰ τέσσαρα ζῷα ἐλεγον, Ἀμήν· καὶ οἱ πρεσβύτεροι ἐπεσαν καὶ προσεκύνησαν.
<< | ΑΠΟΚ:5 |

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.