katapi New Study Bible - select-a-version

DB1 << katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

The Message to Sardis  Re.3.1-6

1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἐχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·
Οἶδά σου τὰ ἐργα, ὅτι ὀνομα ἐχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἂ ἐμελλον ἀποθανεῖν, οὐ γὰρ εὑρηκά σου τὰ ἐργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου· 3μνημόνευε οὖν πῶς εἰληφας καὶ ἠκουσας, καὶ τήρει, καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἡξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὡραν ἡξω ἐπὶ σέ. 4ἀλλὰ ἐχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἂ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ' ἐμοῦ ἐν λευκοῖς, ὅτι ἀξιοί εἰσιν. 5ὁ νικῶν οὑτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὀνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὀνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνω πιον τῶν ἀγγέλων αὐτοῦ. 6ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

The Message to Philadelphia  Re.3.7-13

7Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἀγιος, ὁ ἀληθινός,

ὁ ἐχων τὴν κλεῖν Δαυίδ,
ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει,
καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει·

8Οἶδά σου τὰ ἐργα - ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν - ὅτι μικρὰν ἐχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὀνομά μου. 9ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἡξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τω 'ν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγῶ ἠγάπησά. 10ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὡρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἐρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὁλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11ἐρχομαι ταχύ·
κράτει ὃ ἐχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
12ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἐξω οὐ μὴ ἐξέλθῃ ἐτι, καὶ γράψω ἐπ' αὐτὸν τὸ ὀνομα τοῦ θεοῦ μου καὶ τὸ ὀνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

The Message to Laodicea  Re.3.14-22

14Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·

15Οἶδά σου τὰ ἐργα,
ὅτι οὐτε ψυχρὸς εἶ οὐτε ζεστός.
ὀφελον ψυχρὸς ἦς ἢ ζεστός.
16οὑτως, ὅτι χλιαρὸς εἶ καὶ οὐτε ζεστὸς οὐτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17ὁτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἐχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, 18συμβουλεύω σοι ἀγοράσαι παρ' ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 19ἐγὼ ὁσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω·
ζήλευε οὖν καὶ μετανόησον.
20ἰδοὺ ἑστηκα ἐπὶ τὴν θύραν καὶ κρούω·
ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ' αὐτοῦ καὶ αὐτὸς μετ' ἐμοῦ.
21ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ' ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
22ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.


<< | ΑΠΟΚ:3 |

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.