Τάδε λέγει ὁ ἐχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·
Οἶδά σου τὰ ἐργα, ὅτι ὀνομα ἐχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἂ ἐμελλον ἀποθανεῖν, οὐ γὰρ εὑρηκά σου ἐργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου· 3μνημόνευε οὖν πῶς εἰληφας καὶ ἠκουσας, καὶ τήρει, καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἡξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὡραν ἡξω ἐπὶ σέ. 4ἀλλὰ ἐχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἂ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ' ἐμοῦ ἐν λευκοῖς, ὅτι ἀξιοί εἰσιν. 5ὁ νικῶν οὑτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὀνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὀνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνω πιον τῶν ἀγγέλων αὐτοῦ. 6ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Τάδε λέγει ὁ ἀγιος, ὁ ἀληθινός,
Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
15Οἶδά σου τὰ ἐργα,
ὅτι οὐτε ψυχρὸς εἶ οὐτε ζεστός.
ὀφελον ψυχρὸς ἦς ἢ ζεστός.
16οὑτως, ὅτι χλιαρὸς εἶ καὶ οὐτε ζεστὸς οὐτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17ὁτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἐχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, 18συμβουλεύω σοι ἀγοράσαι παρ' ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 19ἐγὼ ὁσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω·
ζήλευε οὖν καὶ μετανόησον.
20ἰδοὺ ἑστηκα ἐπὶ τὴν θύραν καὶ κρούω·
ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ' αὐτοῦ καὶ αὐτὸς μετ' ἐμοῦ.
21ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ' ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
22ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
| << | ΑΠΟΚ:3 | >> |
|---|