1Καὶ εἶδον ἀγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἐχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἀλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὀφις ὁ ἀρχαῖος, ὁς ἐστιν διάβολος καὶ ὁ Σατανᾶς, καὶ ἐδησεν αὐτὸν χίλια ἐτη, 3καὶ ἐβαλεν αὐτὸν εἰς τὴν ἀβυσσον καὶ ἐκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανήσῃ ἐτι τὰ ἐθνη ἀχρι τελεσθῇ τὰ χίλια ἐτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρ ὸν χρόνον.
4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ' αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἱτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδε τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔκαβον τὸ χάραγμα τὸ μέτωπον καὶ 5οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἐζησαν ἀχρι τελεσθῇ τὰ χίλια ἐτη. αὑτη ἡ ἀνάστασις ἡ πρώτη. 6μακάριος καὶ ἀγιος ὁ ἐχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἐχει ἐξουσίαν, ἀλλ' ἐσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλευ σουσιν μετ' αὐτοῦ χίλια ἔτη.
7Καὶ ὁταν τελεσθῇ τὰ χίλια ἐτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἐθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἀμμος τῆς θαλάσσης. 9καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἀγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς· 10καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὁπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τ ῶν αἰώνων.
11Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτόν, οὗ ἀπὸ τοῦ προσώπου ἐφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἀλλο βιβλίον ἠνοίχθη, ὁ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. 13καὶ ἐδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾀδης ἐδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἑκαστος κατὰ τὰ ἐργα αὐτῶν. 14καὶ ὁ θάνατος καὶ ὁ ᾀδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 15καὶ εἰ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
<< | ΑΠΟΚ:20 | >> |
---|