katapi New Study Bible - select-a-version

DB1 << >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

The Message to Ephesus  Re.2.1-7

1Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·

2Οἶδα τὰ ἐργα σου καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· 3καὶ ὑπομονὴν ἐχεις, καὶ ἐβάστασας διὰ τὸ ὀνομά μου, καὶ οὐ κεκοπίακες. 4ἀλλὰ ἐχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες. 5μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἐργα ποίησον· εἰ δὲ μή, ἐρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
6ἀλλὰ τοῦτο ἐχεις,
ὅτι μισεῖς τὰ ἐργα τῶν Νικολαϊτῶν, ἂ κἀγὼ μισῶ.
7ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὁ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ θεοῦ.

The Message to Smyrna  Re.2.8-11

8Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἐσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἐζησεν·

9Οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10μηδὲν φοβοῦ ἂ μέλλεις πάσχειν.
ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἑξετε θλῖψιν ἡμερῶν δέκα.
γίνου πιστὸς ἀχρι θανάτου, καὶ δώσω σοι τ ὸν στέφανον τῆς ζωῆς. 11ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

The Message to Pergamum  Re.2.12-17

12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἐχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·

13Οἶδα ποῦ κατοικεῖς, ὁπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὀνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντιπᾶς ὁ μάρτυς μου ὁ πιστός μου, ὃς ἀπεκτά νθη παρ' ὑμῖν, ὁπου ὁ Σατανᾶς κατοικεῖ.
14ἀλλ' ἐχω κατὰ σοῦ ὀλίγα,
ὅτι ἐχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι· 15οὑτως ἐχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
16μετανόησον οὖν·
εἰ δὲ μή, ἐρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ' αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
17ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπὶ τὴν ψῆφον ὀνομα καινὸν γ εγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὺ ὁ λαμβάνων.

The Message to Thyatira  Re.2.18-29

18Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ,
ὁ ἐχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός,
καὶ οἱ πόδες αὐτοῦ ὁμοιοι χαλκολιβάνῳ·

19Οἶδά σου τὰ ἐργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἐργα σου τὰ ἐσχατα πλείονα τῶν πρώτων. 20ἀλλὰ ἐχω κατὰ σοῦ
ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. 21καὶ ἐδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ,
καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
22ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ' αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἐργων αὐτῆς· 23καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἐργα ὑμῶν. 24ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὁσοι οὐκ ἐχουσιν τὴν διδαχὴν ταύτην, οἱτινες οὐκ ἐγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ' ὑμᾶς ἀλλο βάρος· 25πλὴν ὃ ἐχετε κρατήσατε ἀχρις οὗ ἂν ἡξω.
26 [ Ps.2.8-9, PsSol.17.23. ] καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἀχρι τέλους τὰ ἐργα μου,

δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,
ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται,
28ὡς κἀγὼ εἰληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
<< | ΑΠΟΚ:2 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.