1Καὶ σημεῖον μέγα ὠφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἡλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, 2καὶ ἐν γαστρὶ ἐχουσα, καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. 3καὶ ὠφθη ἀλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων μέγας πυρρός, ἐχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, 4καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἐβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἑστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὁταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. 5 [ Is.7.14, Is.66.7, Ps.2.9. ] καὶ ἐτεκεν υἱόν, ἀρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. 6καὶ ἡ γυνὴ ἐφυγεν εἰς τὴν ἐρημον, ὁπου ἐχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
7Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἀγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἀγγελοι αὐτοῦ, 8καὶ οὐκ ἰσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἐτι ἐν τῷ οὐρανῷ. 9καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὀφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὁλην - ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἀγγελοι αὐτοῦ μετ' αὐτο ῦ ἐβλήθησαν. 10καὶ ἠκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν,
13Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἡτις ἐτεκεν τὸν ἀρσενα. 14καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἐρημον εἰς τὸν τόπον αὐτῆς, ὁπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἡμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὀφεως. 15καὶ ἐβαλεν ὁ ὀφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὑδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. 16καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἠνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἐβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. 17καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· 18καὶ ἐστάθη ἐπὶ τὴν ἀμμον τῆς θαλάσσης.
<< | ΑΠΟΚ:12 | >> |
---|