1Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ τὸν γεγεννημένον ἐξ αὐτοῦ. 2ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὁταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν. 3αὑτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, 4ὁτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὑτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. 5τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
6Οὗτός ἐστιν ὁ ἐλθὼν δῖ ὑδατος καὶ αἱματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὑδατι μόνον ἀλλ' ἐν τῷ ὑδατι καὶ ἐν τῷ αἱματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. 7ὁτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, 8τὸ Πνεῦμα καὶ τὸ ὑδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἑν εἰσιν. 9εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὑτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ, ὅτι μεμαρΤύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. 10ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἐχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρΤύρηκεν ὁ θε ὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. 11καὶ αὑτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἐδωκεν ἡμῖν ὁ θεός, καὶ αὑτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. 12ὁ ἐχων τὸν υἱὸν ἐχει τὴν ζωήν· ὁ μὴ ἐχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἐχει.
13Ταῦτα ἐγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἐχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὀνομα τοῦ υἱοῦ τοῦ θεοῦ. 14καὶ αὑτη ἐστὶν ἡ παρρησία ἣν ἐχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν. 15καὶ ἐὰν οἰδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα, οἰδαμεν ὅτι ἐχομεν τὰ αἰτήματα ἂ ᾐτήκαμεν ἀπ' αὐτοῦ. 16Ἐάν τις ἰδῃ τὸν ἀδελφὸν αὐτοῦ ἀμαρτάνοντα ἀμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἀμαρτάνουσιν μὴ πρὸς θάνατον. ἐστιν ἀμαρτία πρὸς θάνατον· οὐ π ερὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. 17πᾶσα ἀδικία ἀμαρτία ἐστίν, καὶ ἐστιν ἀμαρτία οὐ πρὸς θάνατον.
18Οἰδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἀμαρτάνει, ἀλλ' ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἀπτεται αὐτοῦ.
19οἰδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὁλος ἐν τῷ πονηρῷ κεῖται.
20οἰδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἡκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐς τιν ὁ ἀληθινὸς θεὸς καὶ ζωη αἰώνιος. 21Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.
<< | ΙΩΑΝα:5 | |
---|