1Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἐχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. 2ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἰπητε, σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἰπητε, σὺ στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν μου, 4οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; 5Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἑλκουσιν ὑμᾶς εἰς κριτήριὰ; 7οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὀνομα τὸ ἐπικληθὲν ἐφ' ὑμᾶς;
8 [ Lv.19.18. ] εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9εἰ δὲ προσωπολημπτεῖτε, ἀμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10ὁστις γὰρ ὁλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἐνοχος. 11 [ Ex.20.14, Dt.5.17. ] ὁ γὰρ εἰπών, Mὴ μοιχεύσῃς, εἶπεν καί, Mὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δέ, γέγονας παραβάτης νόμου. 12οὑτως λαλεῖτε καὶ οὑτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἐλεος· κατακαυχᾶται ἐλεος κρίσεως.
14Τί τὸ ὀφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἐχειν, ἐργα δὲ μὴ ἐχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς, 16εἰπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὀφελος; 17οὑτως καὶ ἡ πίστις, ἐὰν μὴ ἐχῃ ἐργα, νεκρά ἐστιν καθ' ἑαυτήν.
18Ἀλλ' ἐρεῖ τις, Σὺ πίστιν ἐχεις κἀγὼ ἐργα ἐχω. δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἐργων, κἀγώ σοι δείξω ἐκ τῶν ἐργων μου τὴν πίστιν. 19σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἐργων ἀργή ἐστιν; 21Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἐργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἐργοις αὐτοῦ καὶ ἐκ τῶν ἐργων ἡ πίστις ἐτελειώθη, 23 [ Gn.15.6. ] καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24ὁρᾶτε ὅτι ἐξ ἐργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἐργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσὰ; 26ὡσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὑτως καὶ ἡ πίστις χωρὶς ἐργων νεκρά ἐστιν.
<< | ΙΑΚ:2 | >> |
---|