katapi New Study Bible - select-a-version
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
The High Priest of a New and Better Covenant Hb.8.1-13
1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἐχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2τῶν ἀγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἐπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος. 3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὁθεν ἀναγκαῖον ἐχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. 4εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεύς, ὀντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα· 5 [ Ex.25.40. ] οἱτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· 6νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὁσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἡτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. 7Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἀμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος·
8 [ Jr.31.31-34. ] μεμφόμενος γὰρ αὐτοὺς λέγει,
Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος,
καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ
καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,
9οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν
ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν
ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,
ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,
κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος.
10ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος,
διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,
καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς,
καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν
καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
11καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ
καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν κύριον,
ὅτι πάντες εἰδήσουσίν με
ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.
12ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,
καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. 13ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκεν τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.