katapi New Study Bible - select-a-version

DB1 << >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

Jesus Superior to Moses  Hb.3.1-6

1Ὅθεν, ἀδελφοὶ ἀγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, 2 [ Lv.12.7. ] πιστὸν ὀντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Mωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. 3πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ' ὁσον πλείονα τιμὴν ἐχει τοῦ οἰκου ὁ κατασκευάσας αὐτόν. 4πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός. 5καὶ Mωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, 6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.

A Rest for the People of God  Hb.3.7-4.13

7Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἀγιον,
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8 [ Ex.17.7, Lv.20.2. ] μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ,
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,

9οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ
καὶ εἶδον τὰ ἔργα μου

(10)τεσσεράκοντα ἔτη·
10διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ
καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ·
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·

11 [ Lv.14.21-23. ] ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου,
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

12Βλέπετε, ἀδελφοί, μήποτε ἐσται ἐν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, 13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἀχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἀμαρτίας· 14μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, 15 [ Ps.95.7-8. ] ἐν τῷ λέγεσθαι,

Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
16τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; 17 [ Lv.14.29. ] τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἀμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 [ Lv.14.22-23. ] τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; 19καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δῖ ἀπιστίαν.
<< | ΕΒ:3 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.