katapi New Study Bible - select-a-version

DB1 << katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΤΙΤΟΝ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΠΡΟΣ ΤΙΤΟΝ

Maintain Good Deeds  Tt.3.1-11

1Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἐργον ἀγαθὸν ἑτοίμους εἶναι, 2μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.

3Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. 4ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, 5οὐκ ἐξ ἐργων τῶν ἐν δικαιοσύνῃ ἂ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἐλεος ἐσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἀγίου, 6οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. 8Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἐργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἐρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἀμαρτάνει, ὢν αὐτοκατάκριτος.

Personal Instructions and Greeting  Tt.3.12-15

12Ὅταν πέμψω Ἄρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἐργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἀκαρποι.

15Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.

ἡ χάρις μετὰ πάντων ὑμῶν.


<< | ΤΙΤΟΝ:3 |

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.