katapi New Study Bible - select-a-version

DB1 << >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β

The Character of Men in the Last Days  2Tm.3.1-9

1Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· 2ἐσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3ἀστοργοι, ἀσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 4προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, 5ἐχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. 6ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἀμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, 7πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 8ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὑτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν· 9ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἀνοια αὐτῶν ἐκδηλος ἐσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.

Last Charge to Timothy  2Tm.3.10-4.8

10Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἱους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. 12καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14σὺ δὲ μένε ἐν οἷς ἐμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἐμαθες, 15καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. 16πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17ἵνα ἀρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἐργον ἀγαθὸν ἐξηρτισμένος.


<< | ΤΙΜβ:3 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.