katapi New Study Bible - select-a-version

DB1 << >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α

Duties toward Others  1Tm.5.1-6.2

1Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, 2πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἀγνείᾳ.

3Χήρας τίμα τὰς ὀντως χήρας. 4εἰ δέ τις χήρα τέκνα ἢ ἐκγονα ἐχει, μανθανέτωσαν πρῶτον τὸν ἰδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. 5ἡ δὲ ὀντως χήρα καὶ μεμονωμένη ἠλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· 6ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. 7καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν. 8εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἠρνηται καὶ ἐστιν ἀπίστου χείρων.

9Χήρα καταλεγέσθω μὴ ἐλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, 10ἐν ἐργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἀγίων πόδας ἐνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἐργῳ ἀγαθῷ ἐπηκολούθησεν. 11νεωτέρας δὲ χήρας παραιτοῦ· ὁταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, 12ἐχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· 13ἀμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. 14βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· 15ἠδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. 16εἰ τις πιστὴ ἐχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὀντως χήραις ἐπαρκέσῃ.

17Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· 18 [ Dt.25.4. ] λέγει γὰρ ἡ γραφή, βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. 19 [ Dt.17.6, Dt.19.15. ] κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. 20τοὺς ἀμαρτάνοντας ἐνώπιον πάντων ἐλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἐχωσιν. 21Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. 22χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἀμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἀγνὸν τήρει.

23Μηκέτι ὑδροπότει, ἀλλὰ οἰνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας.

24Τινῶν ἀνθρώπων αἱ ἀμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν· 25ὡσαύτως καὶ τὰ ἐργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἀλλως ἐχοντα κρυβῆναι οὐ δύνανται.


<< | ΤΙΜα:5 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.