katapi New Study Bible - select-a-version

DB1 << >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

Paul Appeals to Caesar  Ac.25.1-12

1Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, 2ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν 3αἰτούμενοι χάριν κατ' αὐτοῦ ὁπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· 5Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἰ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἀτοπον κατηγορείτωσαν αὐτοῦ.

6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. 7παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἂ οὐκ ἰσχυον ἀποδεῖξαι, 8τοῦ Παύλου ἀπολογουμένου ὅτι Οὐτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὐτε εἰς τὸ ἱερὸν οὐτε εἰς Καίσαρά τι ἡμαρτον. 9ὁ Φῆστος δὲ, θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ' ἐμοῦ; 10εἶπεν δὲ ὁ Παῦλος, ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11εἰ μὲν οὖν ἀδικῶ καὶ ἀξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐ πικαλοῦμαι. 12τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.

Paul Brought before Agrippa and Bernice  Ac.25.13-27

13Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. 14ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων, Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ καταδίκην· 16πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἐστιν ἐθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἐχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγ κλήματος. 17συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἀνδρα· 18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν, 19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἐφασκεν ὁ Παῦλος ζῆν. 20ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἐλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἑως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα. 22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Αὐριον, φησίν, ἀκούσῃ αὐτοῦ.

23Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ' ἐξοχὴν τῆς πόλεως , καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. 24καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἀνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἀπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἐν τε Ἱεροσολύμοις καὶ ἐνθά δε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι. 25ἐγὼ δὲ κατελαβόμην μηδὲν ἀξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἐκρινα πέμπειν. 26περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἐχω· διὸ προήγαγον αὐτὸν ἐφ' ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὁπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω· 27ἀλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι.


<< | ΠΡΑΞ:25 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.