1Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος. 3καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὀχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4καὶ προδραμὼν εἰς τὸ ἐμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἰδῃ αὐτόν, ὅτι ἐκείνης ἠμελλεν διέρχεσθαι. 5καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἰκῳ σου δεῖ με μεῖναι. 6καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἀμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, Ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἰ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. 9εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἰκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι. 12εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἐδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς, Πραγματεύσασθε ἐν ᾧ ἐρχομαι. 14οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς. 15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο. 16παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς. 17καὶ εἶπεν αὐτῷ, Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἰσθι ἐξουσίαν ἐχων ἐπάνω δέκα πόλεων. 18καὶ ἦλθεν ὁ δεύτερος λέγων, Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. 19εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων. 20καὶ ὁ ἑτερος ἦλθεν λέγων, Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἰρεις ὃ οὐκ ἐθηκας καὶ θερίζεις ὃ οὐκ ἐσπειρας. 22λέγει αὐτῷ, Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾐδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἰρων ὃ οὐκ ἐθηκα καὶ θερίζων ὃ οὐκ ἐσπειρὰ 23καὶ διὰ τί οὐκ ἐδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἐπραξα. 24καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἐχοντι 25. 26λέγω ὑμῖν ὅτι παντὶ τῷ ἐχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἐχοντος καὶ ὃ ἐχει ἀρθήσεται. 27πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἐμπροσθέν μου.
28Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἐμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29Καὶ ἐγένετο ὡς ἠγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανία πρὸς τὸ ὀρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν 30λέγων, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετὲ οὑτως ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἐχει. 32ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; 34οἱ δὲ εἶπαν ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἐχει. 35καὶ ἠγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. 36πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. 37Ἐγγίζοντος δὲ αὐτοῦ ἠδη πρὸς τῇ καταβάσει τοῦ Ὀρους τῶν Ἐλαιῶν ἠρξαντο ἀπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμε ων, 38 [ Ps.118.26. ] λέγοντες,
41Καὶ ὡς ἠγγισεν, ἰδὼν τὴν πόλιν ἐκλαυσεν ἐπ' αὐτήν, 42λέγων ὅτι Εἰ ἐγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην - νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43ὁτι ἡξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ' ὧν οὐκ ἐγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἠρξατο ἐκβάλλειν τοὺς πωλοῦντας, 46 [ Is.56.7, Jr.7.11. ] λέγων αὐτοῖς, Γέγραπται,
47Καὶ ἦν διδάσκων τὸ καθ' ἡμέραν ἐν τῷ ἱερῷ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ· 48καὶ οὐχ εὑρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἀπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
| << | ΛΚ:19 | >> |
|---|