katapi New Study Bible - select-a-version

<< >> katapi HOME The Septuagint - OLD TESTAMENT | about ΨΑΛΜΟΙ | Lxx: contents | by passage | search--->| in verses | select-|2|-versions | notes

ΨΑΛΜΟΙ

א - ALEF. My Help Cometh even from the Lord.  Psalm 119(v118)

1Αλληλουια.
α αλφ.

Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ,
οἱ πορευόμενοι ἐν νόμῳ κυρίου.
2μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ·
ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
3οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
4σὺ ἐνετείλω τὰς ἐντολάς σου
φυλάξασθαι σφόδρα.
5ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου
τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.
6τότε οὐ μὴ ἐπαισχυνθῶ,
ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
7ἐξομολογήσομαί σοι, Κύριε, ἐν εὐθύτητι καρδίας,
ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
8τὰ δικαιώματά σου φυλάξω·
μή με ἐγκαταλίπῃς ἕως σφόδρα.

ב - BET. Obedience.  Psalm 119(v118)

9βʹ βηθ.

Ἑν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ;
ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.
10ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε·
μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
11ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου,
ὅπως ἂν μὴ ἁμάρτω σοι.
12εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
13ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα
πάντα τὰ κρίματα τοῦ στόματός σου.
14ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην
ὡς ἐπὶ παντὶ πλούτῳ.
15ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω,
καὶ κατανοήσω τὰς ὁδούς σου.
16ἐν τοῖς δικαιώμασίν σου μελετήσω,
οὐκ ἐπιλήσομαι τῶν λόγων σου.

ג - GIMEL. Happiness.  Psalm 119(v118)

17γʹ γιμαλ.

Ἀνταπόδος τῷ δούλῳ σου·
ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου.
18ἀποκάλυψον τοὺς ὀφθαλμούς μου,
καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.
19πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ·
μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
20ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι
τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
21ἐπετίμησας ὑπερηφάνοις·
ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
22περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν,
ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
23καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν,
ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου.
24καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν,
καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.

ד - DALET. Obedience.  Psalm 119(v118)

25δʹ δελθ.

Ἑκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου·
ζῆσόν με κατὰ τὸν λόγον σου.
26τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου·
δίδαξόν με τὰ δικαιώματά σου.
27ὁδὸν δικαιωμάτων σου συνέτισόν με,
καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
28ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας·
βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
29ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ,
καὶ τῷ νόμῳ σου ἐλέησόν με.
30ὁδὸν ἀληθείας ᾑρετισάμην,
τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
31ἐκολλήθην τοῖς μαρτυρίοις σου·
Κύριε, μή με καταισχύνῃς.
32ὁδὸν ἐντολῶν σου ἔδραμον,
ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.

ה - HE. Understanding.  Psalm 119(v118)

33εʹ η.

Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου,
καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
34συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου,
καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.
35ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου,
ὅτι αὐτὴν ἠθέλησα.
36κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου
καὶ μὴ εἰς πλεονεξίαν.
37ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα,
ἐν τῇ ὁδῷ σου ζῆσόν με.
38στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου,
εἰς τὸν φόβον σου.
39περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα·
τὰ γὰρ κρίματά σου χρηστά.
40ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου·
ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.

ו - VAV. Trust.  Psalm 119(v118)

41ϝʹ ουαυ.

Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε,
τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου. 42καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον,
ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.
43καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα,
ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.
44καὶ φυλάξω τὸν νόμον σου διὰ παντός,
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
45καὶ ἐπορευόμην ἐν πλατυσμῷ,
ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
46καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων,
καὶ οὐκ ᾐσχυνόμην.
47καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου,
αἷς ἠγάπησα σφόδρα.
48καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα,
καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.

ז - ZAYIN. Confidence.  Psalm 119(v118)

49ζʹ ζαι.

Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου
ᾧ ἐπήλπισάς με.
50αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου,
ὅτι τὸ λόγιόν σου ἔζησέν με.
51ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα,
ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
52ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε,
καὶ παρεκλήθην.
53ἀθυμία κατέσχεν με
ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
54ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου
ἐν τόπῳ παροικίας μου.
55ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε,
καὶ ἐφύλαξα τὸν νόμον σου.
56αὕτη ἐγενήθη μοι,
ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.

ח - HET. Devotion.  Psalm 119(v118)

57ηʹ ηθ.

Μερίς μου Κύριε·
εἶπα φυλάξασθαι τὸν νόμον σου.
58ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου·
ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
59διελογισάμην τὰς ὁδούς σου
καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
60ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην
τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.
61σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι,
καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
62μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι
ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
63μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε
καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
64τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ·
τὰ δικαιώματά σου δίδαξόν με.

ט - TET. Value.  Psalm 119(v118)

65θʹ τηθ.

Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου,
Κύριε, κατὰ τὸν λόγον σου.
66χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με,
ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
67πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα,
διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.
68χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου
δίδαξόν με τὰ δικαιώματά σου.
69ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων,
ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.
70ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν,
ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
71ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με,
ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
72ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου
ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

י - YOD. Justice.  Psalm 119(v118)

73ιʹ ιωθ.

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με·
συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
74οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται,
ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
75ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου,
καὶ ἀληθείᾳ ἐταπείνωσάς με.
76γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με
κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.
77ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι,
ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν.
78αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ·
ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
79ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε
καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
80γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου,
ὅπως ἂν μὴ αἰσχυνθῶ.

כ - KAF. Deliverance.  Psalm 119(v118)

81ιαʹ χαφ.

Ἑκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου,
καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.
82ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου,
λέγοντες Πότε παρακαλέσεις με;
83ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ·
τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
84πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;
πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
85διηγήσαντό μοι παράνομοι ἀδολεσχίας,
ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε.
86πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια·
ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.
87παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ,
ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
88κατὰ τὸ ἔλεός σου ζῆσόν με,
καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.

ל - LAMED. Faith.  Psalm 119(v118)

89ιβʹ λαβδ.

Εἰς τὸν αἰῶνα, Κύριε,
ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
90εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου·
ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει.
91τῇ διατάξει σου διαμένει ἡ ἡμέρα,
ὅτι τὰ σύμπαντα δοῦλα σά.
92εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν,
τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
93εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου
ὅτι ἐν αὐτοῖς ἔζησάς με, κύριε.
94σός εἰμι ἐγώ, σῶσόν με,
ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
95ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με·
τὰ μαρτύριά σου συνῆκα.
96πάσης συντελείας εἶδον πέρας·
πλατεῖα ἡ ἐντολή σου σφόδρα.

מ - MEM. Love.  Psalm 119(v118)

97ιγʹ μημ.

Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε·
ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
98ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου,
ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.
99ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα,
ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.
100ὑπὲρ πρεσβυτέρους συνῆκα,
ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
101ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου,
ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
102ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα,
ὅτι σὺ ἐνομοθέτησάς μοι.
103ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,
ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.
104ἀπὸ τῶν ἐντολῶν σου συνῆκα·
διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
ὅτι σὺ ἐνομοθέτησάς μοι.

נ - NUN. Light.  Psalm 119(v118)

105ιδʹ νουν.

Λύχνος τοῖς ποσίν μου ὁ λόγος σου,
καὶ φῶς ταῖς τρίβοις μου.
106ὀμώμοκα καὶ ἔστησα
τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
107ἐταπεινώθην ἕως σφόδρα·
Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.
108τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε,
καὶ τὰ κρίματά σου δίδαξόν με.
109ἡ ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός,
καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
110ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι,
καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
111ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα,
ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.
112ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου
εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν.

ס - SAMEKH. Safety.  Psalm 119(v118)

113ιεʹ σαμχ.

Παρανόμους ἐμίσησα,
καὶ τὸν νόμον σου ἠγάπησα.
114βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ·
εἰς τὸν λόγον σου ἐπήλπισα.
115ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι,
καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου.
116ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσόν με,
καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
117βοήθησόν μοι, καὶ σωθήσομαι,
καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.
118ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιω μάτων σου,
ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.
119παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς·
διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.
120καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου·
ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.

ע - AYIN. Obedience.  Psalm 119(v118)

121ιςʹ αιν.

Ἑποίησα κρίμα καὶ δικαιοσύνην·
μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με.
122ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν·
μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.
123οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου
καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.
124ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου,
καὶ τὰ δικαιώματά σου δίδαξόν με.
125δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με,
καὶ γνώσομαι τὰ μαρτύριά σου.
126καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ·
διεσκέδασαν τὸν νόμον σου.
127διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου
ὑπὲρ χρυσίον καὶ τοπάζιον.
128διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην,
πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.

פ - PE. Desire.  Psalm 119(v118)

129ιζʹ φη.

Θαυμαστὰ τὰ μαρτύριά σου·
διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.
130ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ,
καὶ συνετιεῖ νηπίους.
131τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα,
ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
132ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με
κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
133τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου,
καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
134λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων,
καὶ φυλάξω τὰς ἐντολάς σου.
135τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου,
καὶ δίδαξόν με τὰ δικαιώματά σου.
136διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου,
ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου.

צ - TSADI. Justice.  Psalm 119(v118)

137ιηʹ σαδη.

Δίκαιος εἶ, Κύριε,
καὶ εὐθὴς ἡ κρίσις σου.
138ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου
καὶ ἀλήθειαν σφόδρα.
139ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου,
ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
140πεπυρωμένον τὸ λόγιόν σου σφόδρα,
καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
141νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος·
τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
142ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα,
καὶ ὁ νόμος σου ἀλήθεια.
143θλῖψις καὶ ἀνάγκη εὕροσάν με·
αἱ ἐντολαί σου μελέτη μου.
144δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα·
συνέτισόν με, καὶ ζήσομαι.

ק - QOF. Deliverance.  Psalm 119(v118)

145ιθʹ κωφ.

Ἑκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε·
τὰ δικαιώματά σου ἐκζητήσω.
146ἐκέκραξά σε· σῶσόν με,
καὶ φυλάξω τὰ μαρτύριά σου.
147προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα,
εἰς τοὺς λόγους σου ἐπήλπισα.
148προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον,
τοῦ μελετᾶν τὰ λόγιά σου.
149τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου,
κατὰ τὸ κρίμα σου ζῆσόν με.
150προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ,
ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
151ἐγγὺς εἶ σύ, Κύριε,
καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια.
152κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου,
ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.

ר - RESH. Help.  Psalm 119(v118)

153κʹ ρης.

Ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,
ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην.
154κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με·
διὰ τὸν λόγον σου ζῆσόν με.
155μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία,
ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
156οἱ οἰκτιρμοί σου πολλοί, Κύριε·
κατὰ τὸ κρίμα σου ζῆσόν με.
157πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με·
ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
158εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην,
ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.
159ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε·
ἐν τῷ ἐλέει σου ζῆσόν με.
160ἀρχὴ τῶν λόγων σου ἀλήθεια,
καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.

ש - SHIN. Dedication.  Psalm 119(v118)

161καʹ σεν.

Ἄρχοντες κατεδίωξάν με δωρεάν,
καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
162ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου,
ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
163ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην,
τὸν δὲ νόμον σου ἠγάπησα.
164ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι
ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
165εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου,
καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
166προσεδόκων τὸ σωτήριόν σου, Κύριε,
καὶ τὰς ἐντολάς σου ἠγάπησα.
167ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου,
καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
168ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου,
ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, κύριε.

ת - TAV. Help.  Psalm 119(v118)

169κβʹ ταυ.

Ἑγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε·
κατὰ τὸ λόγιόν σου συνέτισόν με.
170εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου·
κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
171ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον,
ὅταν διδάξῃς με τὰ δικαιώματά σου.
172φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου,
πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
173γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με,
ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
174ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε,
καὶ ὁ νόμος σου μελέτη μού ἐστιν.
175ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε,
καὶ τὰ κρίματά σου βοηθήσει μοι.
176ἐπλανήθην ὡς πρόβατον ἀπολωλός·
ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελα θόμην.


<< | Ψ:119 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the The Septuagint as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.