| 3 | katapi NEW STUDY BIBLE | Passage | New Testament in Greek (UBS.Ed.26) |
| 14 | "And to the angel of the church in Laodicea write: 'The words of the Amen, the faithful and true witness, the beginning of God's creation. | The Message to Laodicea Re.3.14-22 | Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ· |
| 15 | " 'I know your works: you are neither cold nor hot. Would that you were cold or hot! | Οἶδά σου τὰ ἐργα, ὅτι οὐτε ψυχρὸς εἶ οὐτε ζεστός. ὀφελον ψυχρὸς ἦς ἢ ζεστός. | |
| 16 | So, because you are lukewarm, and neither cold nor hot, I will spew you out of my mouth. | οὑτως, ὅτι χλιαρὸς εἶ καὶ οὐτε ζεστὸς οὐτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. | |
| 17 | For you say, I am rich, I have prospered, and I need nothing; not knowing that you are wretched, pitiable, poor, blind, and naked. | ὁτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἐχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, | |
| 18 | Therefore I counsel you to buy from me gold refined by fire, that you may be rich, and white garments to clothe you and to keep the shame of your nakedness from being seen, and salve to anoint your eyes, that you may see. | συμβουλεύω σοι ἀγοράσαι παρ' ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. | |
| 19 | Those whom I love, I reprove and chasten; so be zealous and repent. | ἐγὼ ὁσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον. | |
| 20 | Behold, I stand at the door and knock; if anyone hears my voice and opens the door, I will come in to him and eat with him, and he with me. | ἰδοὺ ἑστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ' αὐτοῦ καὶ αὐτὸς μετ' ἐμοῦ. | |
| 21 | He who conquers, I will grant him to sit with me on my throne, as I myself conquered and sat down with my Father on his throne. | ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ' ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. | |
| 22 | He who has an ear, let him hear what the spirit says to the churches.' " | ὁ ἐχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. | |