|
| 4 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 7 | Beloved, let us love one another; for love is of God, and he who loves is born of God and knows God. | God is Love 1Jn.4.7-21 | Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν. |
|
| 8 | He who does not love does not know God; for God is love. | | ὁ μὴ ἀγαπῶν οὐκ ἐγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. |
|
| 9 | In this the love of God was made manifest among us, that God sent his only Son into the world, so that we might live through him. | | ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δῖ αὐτοῦ. |
|
| 10 | In this is love, not that we loved God but that he loved us and sent his Son to be the expiation for our sins. | | ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν, ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἀμαρτιῶν ἡμῶν. |
|
| 11 | Beloved, if God so loved us, we also ought to love one another. | | Ἀγαπητοί, εἰ οὑτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. |
|
| 12 | No man has ever seen God; if we love one another, God abides in us and his love is perfected in us. | | θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν. |
|
| 13 | By this we know that we abide in him and he in us, because he has given us of his own Spirit. | | Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. |
|
| 14 | And we have seen and testify that the Father has sent his Son as the Saviour of the world. | | καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. |
|
| 15 | Whoever confesses that Jesus is the Son of God, God abides in him, and he in God. | | ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ. |
|
| 16 | So we know and believe the love God has for us. God is love, and he who abides in love abides in God, and God abides in him. | | καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἐχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ μέν ει. |
|
| 17 | In this is love perfected with us, that we may have confidence for the day of judgment, because as he is so are we in this world. | | ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ' ἡμῶν, ἵνα παρρησίαν ἐχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. |
|
| 18 | There is no fear in love, but perfect love casts out fear. For fear has to do with punishment, and he who fears is not perfected in love. | | φόβος οὐκ ἐστιν ἐν τῇ ἀγάπῃ, ἀλλ' ἡ τελεία ἀγάπη ἐξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἐχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. |
|
| 19 | We love, because he first loved us. | | ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. |
|
| 20 | If anyone says, "I love God," and hates his brother, he is a liar; for he who does not love his brother whom he has seen, cannot love God whom he has not seen. | | ἐάν τις εἰπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν. |
|
| 21 | And this commandment we have from him, that he who loves God should love his brother also. | | καὶ ταύτην τὴν ἐντολὴν ἐχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. |