|
| 3 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 10 | Now you have observed my teaching, my conduct, my aim in life, my faith, my patience, my love, my steadfastness, | Last Charge to Timothy 2Tm.3.10-4.8 | Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, |
|
| 11 | my persecutions, my sufferings, what befell me at Antioch, at Iconium, and at Lystra, what persecutions I endured; yet from them all the Lord rescued me. | | τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἱους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. |
|
| 12 | Indeed all who desire to live a godly life in Christ Jesus will be persecuted, | | καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· |
|
| 13 | while evil men and impostors will go on from bad to worse, deceivers and deceived. | | πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. |
|
| 14 | But as for you, continue in what you have learned and have firmly believed, knowing from whom you learned it | | σὺ δὲ μένε ἐν οἷς ἐμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἐμαθες, |
|
| 15 | and how from childhood you have been acquainted with the sacred writings which are able to instruct you for salvation through faith in Christ Jesus. | | καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. |
|
| 16 | All scripture is inspired by God and profitable for teaching, for reproof, for correction, and for training in righteousness, | | πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, |
|
| 17 | that the man of God may be complete, equipped for every good work. | | ἵνα ἀρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἐργον ἀγαθὸν ἐξηρτισμένος. |
|
| 4 1 | I charge you in the presence of God and of Christ Jesus who is to judge the living and the dead, and by his appearing and his kingdom: | | ΔιαμαρΤύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· |
|
| 2 | preach the word, be urgent in season and out of season, convince, rebuke, and exhort, be unfailing in patience and in teaching. | | κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἐλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. |
|
| 3 | For the time is coming when people will not endure sound teaching, but having itching ears they will accumulate for themselves teachers to suit their own likings, | | ἐσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, |
|
| 4 | and will turn away from listening to the truth and wander into myths. | | καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. |
|
| 5 | As for you, always be steady, endure suffering, do the work of an evangelist, fulfil your ministry. | | σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἐργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. |
|
| 6 | For I am already on the point of being sacrificed; the time of my departure has come. | | Ἐγὼ γὰρ ἠδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου Ἐφέστηκεν. |
|
| 7 | I have fought the good fight, I have finished the race, I have kept the faith. | | τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· |
|
| 8 | Henceforth there is laid up for me the crown of righteousness, which the Lord, the righteous judge, will award to me on that Day, and not only to me but also to all who have loved his appearing. | | λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐ πιφάνειαν αὐτοῦ. |