|
1 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
3 | I thank God whom I serve with a clear conscience, as did my fathers, when I remember you constantly in my prayers. | Loyalty to the Gospel 2Tm.1.3-18 | Χάριν ἐχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἐχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας, |
|
4 | As I remember your tears, I long night and day to see you, that I may be filled with joy. | | ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, |
|
5 | I am reminded of your sincere faith, a faith that dwelt first in your grandmother Lois and your mother Eunice and now, I am sure, dwells in you. | | ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἡτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. |
|
6 | Hence I remind you to rekindle the gift of God that is within you through the laying on of my hands; | | δῖ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὁ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· |
|
7 | for God did not give us a spirit of timidity but a spirit of power and love and self-control. | | οὐ γὰρ ἐδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. |
|
8 | Do not be ashamed then of testifying to our Lord, nor of me his prisoner, but share in suffering for the gospel in the power of God, | | μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, |
|
9 | who saved us and called us with a holy calling, not in virtue of our works but in virtue of his own purpose and the grace which he gave us in Christ Jesus ages ago, | | τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἀγίᾳ, οὐ κατὰ τὰ ἐργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, |
|
10 | and now has manifested through the appearing of our Saviour Christ Jesus, who abolished death and brought life and immortality to light through the gospel. | | φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, |
|
11 | For this gospel I was appointed a preacher and apostle and teacher, | | εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος. |
|
12 | and therefore I suffer as I do. But I am not ashamed, for I know whom I have believed, and I am sure that he is able to guard until that Day what has been entrusted to me. | | δῖ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ' οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. |
|
13 | Follow the pattern of the sound words which you have heard from me, in the faith and love which are in Christ Jesus; | | ὑποτύπωσιν ἐχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἠκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· |
|
14 | guard the truth that has been entrusted to you by the Holy Spirit who dwells within us. | | τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἀγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. |
|
15 | You are aware that all who are in Asia turned away from me, and among them Phygelus and Hermogenes. | | Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. |
|
16 | May the Lord grant mercy to the household of Onesiphorus, for he often refreshed me; he was not ashamed of my chains, | | δῴη ἐλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἰκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἀλυσίν μου οὐκ ἐπαισχύνθη, |
|
17 | but when he arrived in Rome he searched for me eagerly and found me - | | ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν |
|
18 | may the Lord grant him to find mercy from the Lord on that Day - and you well know all the service he rendered at Ephesus. | | - δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἐλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ - καὶ ὁσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις. |