|
| 1 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 12 | I want you to know, brethren, that what has happened to me has really served to advance the gospel, | To Me to Live is Christ Php.1.12-30 | Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, |
|
| 13 | so that it has become known throughout the whole praetorian guard and to all the rest that my imprisonment is for Christ; | | ὡστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὁλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσιν, |
|
| 14 | and most of the brethren have been made confident in the Lord because of my imprisonment, and are much more bold to speak the word of God without fear. | | καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. |
|
| 15 | Some indeed preach Christ from envy and rivalry, but others from good will. | | Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἐριν, τινὲς δὲ καὶ δῖ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· |
|
| 16 | The latter do it out of love, knowing that I am put here for the defence of the gospel; | | οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι, |
|
| 17 | the former proclaim Christ out of partisanship, not sincerely but thinking to afflict me in my imprisonment. | | οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἀγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου. |
|
| 18 | What then? Only that in every way, whether in pretence or in truth, Christ is proclaimed; and in that I rejoice. | | τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἰτε προφάσει εἰτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι, |
|
| 19 | Yes, and I shall rejoice. For I know that through your prayers and the help of the Spirit of Jesus Christ this will turn out for my deliverance, | | οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ, |
|
| 20 | as it is my eager expectation and hope that I shall not be at all ashamed, but that with full courage now as always Christ will be honoured in my body, whether by life or by death. | | κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ' ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἰτε διὰ ζωῆς εἰτ ε διὰ θανάτου. |
|
| 21 | For to me to live is Christ, and to die is gain. | | ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. |
|
| 22 | If it is to be life in the flesh, that means fruitful labour for me. Yet which I shall choose I cannot tell. | | εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἐργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω. |
|
| 23 | I am hard pressed between the two. My desire is to depart and be with Christ, for that is far better. | | συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἐχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον· |
|
| 24 | But to remain in the flesh is more necessary on your account. | | τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δῖ ὑμᾶς. |
|
| 25 | Convinced of this, I know that I shall remain and continue with you all, for your progress and joy in the faith, | | καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, |
|
| 26 | so that in me you may have ample cause to glory in Christ Jesus, because of my coming to you again. | | ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. |
|
| 27 | Only let your manner of life be worthy of the gospel of Christ, so that whether I come and see you or am absent, I may hear of you that you stand firm in one spirit, with one mind striving side by side for the faith of the gospel, | | Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἰτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἰτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, |
|
| 28 | and not frightened in anything by your opponents. This is a clear omen to them of their destruction, but of your salvation, and that from God. | | καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἡτις ἐστὶν αὐτοῖς ἐνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ· |
|
| 29 | For it has been granted to you that for the sake of Christ you should not only believe in him but also suffer for his sake, | | ὁτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, |
|
| 30 | engaged in the same conflict which you saw and now hear to be mine. | | τὸν αὐτὸν ἀγῶνα ἐχοντες οἷον εἰδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί. |