4 | katapi NEW STUDY BIBLE | Passage | New Testament in Greek (UBS.Ed.26) |
4 1 | I therefore, a prisoner for the Lord, beg you to lead a life worthy of the calling to which you have been called, | The Unity of the Body Eph.4.1-16 | Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, |
2 | with all lowliness and meekness, with patience, forbearing one another in love, | μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, | |
3 | eager to maintain the unity of the Spirit in the bond of peace. | σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης· | |
4 | There is one body and one Spirit, just as you were called to the one hope that belongs to your call, | ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· | |
5 | one Lord, one faith, one baptism, | εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· | |
6 | one God and Father of us all, who is above all and through all and in all. | εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. | |
7 | But grace was given to each of us according to the measure of Christ's gift. | Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. | |
8 | Therefore it is said, "When he ascended on high he led a host of captives, | - When he ascended on high he led a host of captives Eph.4.8 | Ps.68.18 | διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, |
9 | (In saying, "He ascended," what does it mean but that he had also descended into the lower parts of the earth? | (τὸ δὲ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς; | |
10 | He who descended is he who also ascended far above all the heavens, that he might fill all things.) | ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.) | |
11 | And his gifts were that some should be apostles, some prophets, some evangelists, some pastors and teachers, | καὶ αὐτὸς ἐδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, | |
12 | to equip the saints for the work of ministry, for building up the body of Christ, | πρὸς τὸν καταρτισμὸν τῶν ἀγίων εἰς ἐργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, | |
13 | until we all attain to the unity of the faith and of the knowledge of the Son of God, to mature manhood, to the measure of the stature of the fulness of Christ; | μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἀνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, | |
14 | so that we may no longer be children, tossed to and fro and carried about with every wind of doctrine, by the cunning of men, by their craftiness in deceitful wiles. | ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, | |
15 | Rather, speaking the truth in love, we are to grow up in every way into him who is the head, into Christ, | ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὁς ἐστιν ἡ κεφαλή, Χριστός, | |
16 | from whom the whole body, joined and knit together by every joint with which it is supplied, when each part is working properly, makes bodily growth and upbuilds itself in love. | ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὐξησιν τοῦ σώματος ποιεῖται εἰς οἰ κοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. |