|
16 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
16 1 | I commend to you our sister Phoebe, a deaconess of the church at Cenchreae, | Personal Greetings Ro.16.1-24 | Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, |
|
2 | that you may receive her in the Lord as befits the saints, and help her in whatever she may require from you, for she has been a helper of many and of myself as well. | | ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἀγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. |
|
3 | Greet Prisca and Aquila, my fellow workers in Christ Jesus, | | Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, |
|
4 | who risked their necks for my life, to whom not only I but also all the churches of the Gentiles give thanks; | | οἱτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, |
|
5 | greet also the church in their house. Greet my beloved Epaenetus, who was the first convert in Asia for Christ. | | καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὁς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν. |
|
6 | Greet Mary, who has worked hard among you. | | ἀσπάσασθε Μαρίαν, ἡτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. |
|
7 | Greet Andronicus and Junias, my kinsmen and my fellow prisoners; they are men of note among the apostles, and they were in Christ before me. | | ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἱτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ. |
|
8 | Greet Ampliatus, my beloved in the Lord. | | ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ. |
|
9 | Greet Urbanus, our fellow worker in Christ, and my beloved Stachys. | | ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. |
|
10 | Greet Apelles, who is approved in Christ. Greet those who belong to the family of Aristobulus. | | ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. |
|
11 | Greet my kinsman Herodion. Greet those in the Lord who belong to the family of Narcissus. | | ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὀντας ἐν κυρίῳ. |
|
12 | Greet those workers in the Lord, Tryphaena and Tryphosa. Greet the beloved Persis, who has worked hard in the Lord. | | ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἡτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. |
|
13 | Greet Rufus, eminent in the Lord, also his mother and mine. | | ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. |
|
14 | Greet Asyncritus, Phlegon, Hermes, Patrobas, Hermas, and the brethren who are with them. | | ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. |
|
15 | Greet Philologus, Julia, Nereus and his sister, and Olympas, and all the saints who are with them. | | ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἀγίους. |
|
16 | Greet one another with a holy kiss. All the churches of Christ greet you. | | Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ. |
|
17 | I appeal to you, brethren, to take note of those who create dissensions and difficulties, in opposition to the doctrine which you have been taught; avoid them. | | Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ' αὐτῶν· |
|
18 | For such persons do not serve our Lord Christ, but their own appetites, and by fair and flattering words they deceive the hearts of the simple-minded. | | οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. |
|
19 | For while your obedience is known to all, so that I rejoice over you, I would have you wise as to what is good and guileless as to what is evil; | | ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ' ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. |
|
20 | then the God of peace will soon crush Satan under your feet. The grace of our Lord Jesus Christ be with you. | | ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ μεθ' ὑμῶν. |
|
21 | Timothy, my fellow worker, greets you; so do Lucius and Jason and Sosipater, my kinsmen. | | Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. |
|
22 | I Tertius, the writer of this letter, greet you in the Lord. | | ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. |
|
23 | Gaius, who is host to me and to the whole church, greets you. Erastus, the city treasurer, and our brother Quartus, greet you. | | ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὁλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός. |
|
24 | | | ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἡμῶν. ἀμῶν. |