|
15 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
22 | This is the reason why I have so often been hindered from coming to you. | Paul's Plan to Visit Rome Ro.15.22-33 | Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· |
|
23 | But now, since I no longer have any room for work in these regions, and since I have longed for many years to come to you, | | νυνὶ δὲ μηκέτι τόπον ἐχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἐχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, |
|
24 | I hope to see you in passing as I go to Spain, and to be sped on my journey there by you, once I have enjoyed your company for a little. | | ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ - |
|
25 | At present, however, I am going to Jerusalem with aid for the saints. | | νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἀγίοις. |
|
26 | For Macedonia and Achaia have been pleased to make some contribution for the poor among the saints at Jerusalem; | | εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἀγίων τῶν ἐν Ἰερουσαλήμ. |
|
27 | they were pleased to do it, and indeed they are in debt to them, for if the Gentiles have come to share in their spiritual blessings, they ought also to be of service to them in material blessings. | | εὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἐθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. |
|
28 | When therefore I have completed this, and have delivered to them what has been raised, I shall go on by way of you to Spain; | | τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δῖ ὑμῶν εἰς Σπανίαν· |
|
29 | and I know that when I come to you I shall come in the fulness of the blessing of Christ. | | οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι. |
|
30 | I appeal to you, brethren, by our Lord Jesus Christ and by the love of the Spirit, to strive together with me in your prayers to God on my behalf, | | Παρακαλῶ δὲ ὑμᾶς , ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, |
|
31 | that I may be delivered from the unbelievers in Judea, and that my service for Jerusalem may be acceptable to the saints, | | ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἀγίοις γένηται, |
|
32 | so that by God's will I may come to you with joy and be refreshed in your company. | | ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι ὑμῖν. |
|
33 | The Lord of peace be with you all. Amen. | | ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν. |