|
1 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
18 | For the wrath of God is revealed from heaven against all ungodliness and wickedness of men who by their wickedness suppress the truth. | The Guilt of Mankind Ro.1.18-32 | Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, |
|
19 | For what can be known about God is plain to them, because God has shown it to them. | | διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. |
|
20 | Ever since the creation of the world his invisible nature, namely, his eternal power and deity, has been clearly perceived in the things that have been made. So they are without excuse; | | τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἡ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· |
|
21 | for although they knew God they did not honour him as God or give thanks to him, but they became futile in their thinking and their senseless minds were darkened. | | διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. |
|
22 | Claiming to be wise, they became fools, | | φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, |
|
23 | and exchanged the glory of the immortal God for images resembling mortal man or birds or animals or reptiles. | | καὶ ἠλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. |
|
24 | Therefore God gave them up in the lusts of their hearts to impurity, to the dishonouring of their bodies among themselves, | | Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, |
|
25 | because they exchanged the truth about God for a lie and worshipped and served the creature rather than the Creator, who is blessed for ever! Amen. | | οἱτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὁς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. |
|
26 | For this reason God gave them up to dishonourable passions. Their women exchanged natural relations for unnatural, | | διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἱ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, |
|
27 | and the men likewise gave up natural relations with women and were consumed with passion for one another, men committing shameless acts with men and receiving in their own persons the due penalty for their error. | | ὁμοίως τε καὶ οἱ ἀρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἀρσενες ἐν ἀρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἐδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. |
|
28 | And since they did not see fit to acknowledge God, God gave them up to a base mind and to improper conduct. | | καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἐχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, |
|
29 | They were filled with all manner of wickedness, evil, covetousness, malice. Full of envy, murder, strife, deceit, malignity, they are gossips, | | πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἐριδος δόλου κακοηθείας, ψιθυριστάς, |
|
30 | slanderers, haters of God, insolent, haughty, boastful, inventors of evil, disobedient to parents, | | καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, |
|
31 | foolish, faithless, heartless, ruthless. | | ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας· |
|
32 | Though they know God's decree that those who do such things deserve to die, they not only do them but approve those who practice them. | | οἱτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἀξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν. |