|
27 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
13 | And when the south wind blew gently, supposing that they had obtained their purpose, they weighed anchor and sailed along Crete, close inshore. | The Storm at Sea Ac.27.13-38 | Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἀραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. |
|
14 | But soon a tempestuous wind, called the northeaster, struck down from the land; | | μετ' οὐ πολὺ δὲ ἐβαλεν κατ' αὐτῆς ἀνεμος τυφωνικὸς ὁ καλούμενος Εὐρακύλων· |
|
15 | and when the ship was caught and could not face the wind, we gave way to it and were driven. | | συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. |
|
16 | And running under the lee of a small island called Cauda, we managed with difficulty to secure the boat; | | νησίον δέ τι ὑποδραμόντες καλούμενον Καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης, |
|
17 | after hoisting it up, they took measures to undergird the ship; then, fearing that they should run on the Syrtis, they lowered the gear, and so were driven. | | ἣν ἀραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὑτως ἐφέροντο. |
|
18 | As we were violently storm-tossed, they began next day to throw the cargo overboard; | | σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, |
|
19 | and the third day they cast out with their own hands the tackle of the ship. | | καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρριψαν. |
|
20 | And when neither sun nor stars appeared for many a day, and no small tempest lay on us, all hope of our being saved was at last abandoned. | | μήτε δὲ ἡλίου μήτε ἀστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς. |
|
21 | As they had been long without food, Paul then came forward among them and said, "Men, you should have listened to me, and should not have set sail from Crete and incurred this injury and loss. | | Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἀνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὑβριν ταύτ ην καὶ τὴν ζημίαν. |
|
22 | I now bid you take heart; for there will be no loss of life among you, but only of the ship. | | καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἐσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου· |
|
23 | For this very night there stood by me an angel of the God to whom I belong and whom I worship, | | παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ θεοῦ οὗ εἰμι ἐγώ, ᾧ καὶ λατρεύω, ἀγγελος |
|
24 | and he said, 'Do not be afraid, Paul; you must stand before Caesar; and lo, God has granted you all those who sail with you.' | | λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. |
|
25 | So take heart, men, for I have faith in God that it will be exactly as I have been told. | | διὸ εὐθυμεῖτε, ἀνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὑτως ἐσται καθ' ὃν τρόπον λελάληταί μοι. |
|
26 | But we shall have to run on some island." | | εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. |
|
27 | When the fourteenth night had come, as we were drifting across the sea of Adria, about midnight the sailors suspected that they were nearing land. | | Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. |
|
28 | So they sounded and found twenty fathoms; a little farther on they sounded again and found fifteen fathoms. | | καὶ βολίσαντες εὗρον ὀργυιὰς εἰκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε· |
|
29 | And fearing that we might run on the rocks, they let out four anchors from the stern, and prayed for day to come. | | φοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὐχοντο ἡμέραν γενέσθαι. |
|
30 | And as the sailors were seeking to escape from the ship, and had lowered the boat into the sea, under pretence of laying out anchors from the bow, | | τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν, |
|
31 | Paul said to the centurion and the soldiers, "Unless these men stay in the ship, you cannot be saved." | | εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. |
|
32 | Then the soldiers cut away the ropes of the boat, and let it go. | | τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἰασαν αὐτὴν ἐκπεσεῖν. |
|
33 | As day was about to dawn, Paul urged them all to take some food, saying, "Today is the fourteenth day that you have continued in suspense and without food, having taken nothing. | | Ἄχρι δὲ οὗ ἡμέρα ἠμελλεν γίνεσθαι παρεκάλει ὁ Παῦλος ἀπαντας μεταλαβεῖν τροφῆς λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἀσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι· |
|
34 | Therefore I urge you to take some food; it will give you strength, since not a hair is to perish from the head of any of you." | | διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται. |
|
35 | And when he had said this, he took bread, and giving thanks to God in the presence of all he broke it and began to eat. | | εἰπας δὲ ταῦτα καὶ λαβὼν ἀρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἠρξατο ἐσθίειν. |
|
36 | Then they all were encouraged and ate some food themselves. | | εὐθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. |
|
37 | (We were in all two hundred and seventy-six persons in the ship.) | | ἠμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἑξ. |
|
38 | And when they had eaten enough, they lightened the ship, throwing out the wheat into the sea. | | κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. |