|
27 |
New English Bible (New Testament) |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
27 1 | WHEN IT WAS DECIDED that we should sail for Italy, Paul and some other prisoners were handed over to a centurion named Julius, of the Augustan Cohort. | Paul Sails for Rome Ac.27.1-12 | Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς. |
|
2 | We embarked in a ship of Adramyttium, bound for ports in the province of Asia, and put out to sea. In our party was Aristarchus, a Macedonian from Thessalonica. | | ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὀντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως· |
|
3 | Next day we landed at Sidon; and Julius very considerately allowed Paul to go to his friends to be cared for. | | τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν. |
|
4 | Leaving Sidon we sailed under the lee of Cyprus because of the head-winds, | | κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, |
|
5 | then across the open sea off the coast of Cilicia and Pamphylia, and so reached Myra in Lycia.
| | τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. |
|
6 | There the centurion found an Alexandrian vessel bound for Italy and put us aboard. | | κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. |
|
7 | For a good many days we made little headway, and we were hard put to it to reach Cnidus. Then, as the wind continued against us, off Salmone we began to sail under the lee of Crete, | | ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, |
|
8 | and, hugging the coast, struggled on to a place called Fair Havens, not far from the town of Lasea.
| | μόλις τε παραλεγόμενοι αὐτὴν ἠλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς πόλις ἦν Λασαία. |
|
9 | By now much time had been lost, the Fast was already over, and it was risky to go on with the voyage. | | Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὀντος ἠδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἠδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος |
|
10 | Paul therefore gave them this advice: 'I can see, gentlemen,' he said, 'that this voyage will be disastrous: it will mean grave loss, loss not only of ship and cargo but also of life.' | | λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὑβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἐσεσθαι τὸν πλοῦν. |
|
11 | But the centurion paid more attention to the captain and to the owner of the ship than to what Paul said; | | ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ Παύλου λεγομένοις. |
|
12 | and as the harbour was unsuitable for wintering, the majority were in favour of putting out to sea, hoping, if they could get so far, to winter at Phoenix, a Cretan harbour exposed south-west and north-west. | | ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἐθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἰ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. |