|
| 26 |
New English Bible (New Testament) |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 24 | While Paul was thus making his defence, Festus shouted at the top of his voice, 'Paul, you are raving; too much study is driving you mad.' | Paul Appeals to Agrippa to Believe Ac.26.24-32 | Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. |
|
| 25 | 'I am not mad, Your Excellency,' said Paul; 'what I am saying is sober truth. | | ὁ δὲ Παῦλος, Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. |
|
| 26 | The king is well versed in these matters, and to him I can speak freely. I do not believe that he can be unaware of any of these facts, for this has been no hole-and-corner business. | | ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. |
|
| 27 | King Agrippa, do you believe the prophets? I know you do.' | | πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. |
|
| 28 | Agrippa said to Paul, 'You think it will not take much to win me over and make a Christian of me.' | | ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι. |
|
| 29 | 'Much or little,' said Paul, 'I wish to God that not only you, but all those also who are listening to me today, might become what I am, apart from these chains.'
| | ὁ δὲ Παῦλος, Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. |
|
| 30 | With that the king rose, and with him the Governor, Bernice, and the rest of the company, | | Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἡ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, |
|
| 31 | and after they had withdrawn they talked it over. 'This man', they said, 'is doing nothing that deserves death or imprisonment.' | | καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσμῶν ἀξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος. |
|
| 32 | Agrippa said to Festus, 'The fellow could have been discharged, if he had not appealed to the Emperor.'
| | Ἀγρίππας δὲ τῷ Φήστῳ ἐφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα. |