|
| 26 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 24 | And as he thus made his defence, Festus said with a loud voice, "Paul, you are mad; your great learning is turning you mad." | Paul Appeals to Agrippa to Believe Ac.26.24-32 | Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. |
|
| 25 | But Paul said, "I am not mad, most excellent Festus, but I am speaking the sober truth. | | ὁ δὲ Παῦλος, Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. |
|
| 26 | For the king knows about these things, and to him I speak freely; for I am persuaded that none of these things has escaped his notice, for this was not done in a corner. | | ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. |
|
| 27 | King Agrippa, do you believe the prophets? I know that you believe." | | πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. |
|
| 28 | And Agrippa said to Paul, "In a short time you think to make me a Christian!" | | ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι. |
|
| 29 | And Paul said, "Whether short or long, I would to God that not only you but also all who hear me this day might become such as I am - except for these chains." | | ὁ δὲ Παῦλος, Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. |
|
| 30 | Then the king rose, and the governor and Bernice and those who were sitting with them; | | Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἡ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, |
|
| 31 | and when they had withdrawn, they said to one another, "This man is doing nothing to deserve death or imprisonment." | | καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσμῶν ἀξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος. |
|
| 32 | And Agrippa said to Festus, "This man could have been set free if he had not appealed to Caesar." | | Ἀγρίππας δὲ τῷ Φήστῳ ἐφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα. |