|
21 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
27 | When the seven days were almost completed, the Jews from Asia, who had seen him in the temple, stirred up all the crowd, and laid hands on him, | Paul Arrested in the Temple Ac.21.27-36 | Ὡς δὲ ἐμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὀχλον καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, |
|
28 | crying out, "Men of Israel, help! This is the man who is teaching men everywhere against the people and the law and this place; moreover he also brought Greeks into the temple, and he has defiled this holy place." | | κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἐτι τε καὶ Ἑλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. |
|
29 | For they had previously seen Trophimus the Ephesian with him in the city, and they supposed that Paul had brought him into the temple. | | ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. |
|
30 | Then all the city was aroused, and the people ran together; they seized Paul and dragged him out of the temple, and at once the gates were shut. | | ἐκινήθη τε ἡ πόλις ὁλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἐξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. |
|
31 | And as they were trying to kill him, word came to the tribune of the cohort that all Jerusalem was in confusion. | | ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὁλη συγχύννεται Ἰερουσαλήμ, |
|
32 | He at once took soldiers and centurions, and ran down to them; and when they saw the tribune and the soldiers, they stopped beating Paul. | | ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ' αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. |
|
33 | Then the tribune came up and arrested him, and ordered him to be bound with two chains. He inquired who he was and what he had done. | | τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἀλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἰη καὶ τί ἐστιν πεποιηκώς. |
|
34 | Some in the crowd shouted one thing, some another; and as he could not learn the facts because of the uproar, he ordered him to be brought into the barracks. | | ἀλλοι δὲ ἀλλο τι ἐπεφώνουν ἐν τῷ ὀχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἀγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. |
|
35 | And when he came to the steps, he was actually carried by the soldiers because of the violence of the crowd; | | ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὀχλου, |
|
36 | for the mob of the people followed, crying, "Away with him!" | | ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, Αἶρε αὐτόν. |