|
21 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
21 1 | And when we had parted from them and set sail, we came by a straight course to Cos, and the next day to Rhodes, and from there to Patara. | Paul's Journey to Jerusalem Ac.21.1-16 | Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ' αὐτῶν, εὐθυδρομήσαντες ἠλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· |
|
2 | And having found a ship crossing to Phoenicia, we went aboard, and set sail. | | καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. |
|
3 | When we had come in sight of Cyprus, leaving it on the left we sailed to Syria, and landed at Tyre; for there the ship was to unload its cargo. | | ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. |
|
4 | And having sought out the disciples, we stayed there for seven days. Through the Spirit they told Paul not to go on to Jerusalem. | | ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἱτινες τῷ Παύλῳ ἐλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα. |
|
5 | And when our days there were ended, we departed and went on our journey; and they all, with wives and children, brought us on our way till we were outside the city; and kneeling down on the beach we prayed and bade one another farewell. | | ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἑως ἐξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰ γιαλὸν προσευξάμενοι |
|
6 | Then we went on board the ship, and they returned home. | | ἀπησπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἰδια. |
|
7 | When we had finished the voyage from Tyre, we arrived at Ptolemais; and we greeted the brethren and stayed with them for one day. | | Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ' αὐτοῖς. |
|
8 | On the morrow we departed and came to Caesarea; and we entered the house of Philip the evangelist, who was one of the seven, and stayed with him. | | τῇ δὲ ἐπαύριον ἐξελθόντες ἠλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὀντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ' αὐτῷ. |
|
9 | And he had four unmarried daughters, who prophesied. | | τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. |
|
10 | While we were staying for some days, a prophet named Agabus came down from Judea. | | ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος, |
|
11 | And coming to us he took Paul's girdle and bound his own feet and hands, and said, "Thus says the Holy Spirit, 'So shall the Jews at Jerusalem bind the man who owns this girdle and deliver him into the hands of the Gentiles.' " | | καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἀρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, Τάδε λέγει τὸ πνεῦμα τὸ ἀγιον, Τὸν ἀνδρα οὗ ἐστιν ἡ ζώνη αὑτη οὑτ ως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουςιν εἰς χεῖρας ἐθνῶν. |
|
12 | When we heard this, we and the people there begged him not to go up to Jerusalem. | | ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. |
|
13 | Then Paul answered, "What are you doing, weeping and breaking my heart? For I am ready not only to be imprisoned but even to die at Jerusalem for the name of the Lord Jesus." | | τότε ἀπεκρίθη ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἐχω ὑπὲρ τοῦ ὀνόματο ς τοῦ κυρίου Ἰησοῦ. |
|
14 | And when he would not be persuaded, we ceased and said, "The will of the Lord be done." | | μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, Τοῦ κυρίου τὸ θέλημα γινέσθω. |
|
15 | After these days we made ready and went up to Jerusalem. | | Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα· |
|
16 | And some of the disciples from Caesarea went with us, bringing us to the house of Mnason of Cyprus, an early disciple, with whom we should lodge. | | συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἀγοντες παρ' ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. |