|
19 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
11 | And God did extraordinary miracles by the hands of Paul, | The Sons of Sceva Ac.19.11-20 | Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, |
|
12 | so that handkerchiefs or aprons were carried away from his body to the sick, and diseases left them and the evil spirits came out of them. | | ὡστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι. |
|
13 | Then some of the itinerant Jewish exorcists undertook to pronounce the name of the Lord Jesus over those who had evil spirits, saying, "I adjure you by the Jesus whom Paul preaches." | | ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἐχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὀνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες, Ὁρκίζω ὑμᾶς τὸν ἰησο ῦν ὃν Παῦλος κηρύσσει. |
|
14 | Seven sons of a Jewish high priest named Sceva were doing this. | | ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες. |
|
15 | But the evil spirit answered them, "Jesus I know, and Paul I know; but who are you?" | | ἀποκριθὲν δὲ τὸ Πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, Τὸν μὲν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; |
|
16 | And the man in whom the evil spirit was leaped on them, mastered all of them, and overpowered them, so that they fled out of that house naked and wounded. | | καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ' αὐτοὺς ἐν ᾧ ἦν τὸ Πνεῦμα τὸ πονηρὸν κατακυριεύσας ἀμφοτέρων ἰσχυσεν κατ' αὐτῶν, ὡστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἰκου ἐκείνου. |
|
17 | And this became known to all residents of Ephesus, both Jews and Greeks; and fear fell upon them all; and the name of the Lord Jesus was extolled. | | τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἑλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὀνομα τοῦ κυρίου Ἰησοῦ. |
|
18 | Many also of those who were now believers came, confessing and divulging their practices. | | πολλοί τε τῶν πεπιστευκότων ἠρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. |
|
19 | And a number of those who practiced magic arts brought their books together and burned them in the sight of all; and they counted the value of them and found it came to fifty thousand pieces of silver. | | ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. |
|
20 | So the word of the Lord grew and prevailed mightily. | | Οὑτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὐξανεν καὶ ἰσχυεν. |