17 | katapi NEW STUDY BIBLE | Passage | New Testament in Greek (UBS.Ed.26) |
16 | Now while Paul was waiting for them at Athens, his spirit was provoked within him as he saw that the city was full of idols. | Paul at Athens Ac.17.16-34 | Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. |
17 | So he argued in the synagogue with the Jews and the devout persons, and in the market place every day with those who chanced to be there. | διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. | |
18 | Some also of the Epicurean and Stoic philosophers met him. And some said, "What would this babbler say?" Others said, "He seems to be a preacher of foreign divinities"- because he preached Jesus and the resurrection. | τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἐλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶ ναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. | |
19 | And they took hold of him and brought him to the Areopagus, saying, "May we know what this new teaching is which you present? | ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἠγαγον, λέγοντες, Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὑτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; | |
20 | For you bring some strange things to our ears; we wish to know therefore what these things mean." | ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι. | |
21 | Now all the Athenians and the foreigners who lived there spent their time in nothing except telling or hearing something new. | Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἑτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον. | |
22 | So Paul, standing in the middle of the Areopagus, said: "Men of Athens, I perceive that in every way you are very religious. | Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἐφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· | |
23 | For as I passed along, and observed the objects of your worship, I found also an altar with this inscription, 'To an unknown god.' What therefore you worship as unknown, this I proclaim to you. | διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. | |
24 | The God who made the world and everything in it, being Lord of heaven and earth, does not live in shrines made by man, | ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ | |
25 | nor is he served by human hands, as though he needed anything, since he himself gives to all men life and breath and everything. | οὐδὲ ὑπὸ χειρῶν ἄνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· | |
26 | And he made from one every nation of men to live on all the face of the earth, having determined allotted periods and the boundaries of their habitation, | ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἐθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, | |
27 | that they should seek God, in the hope that they might feel after him and find him. Yet he is not far from each one of us, | ζητεῖν τὸν θεὸν εἰ ἀρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὑροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. | |
28 | for 'In him we live and move and have our being'; as even some of your poets have said, 'For we are indeed his offspring.' | Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν, Τοῦ γὰρ καὶ γένος ἐσμέν. | |
29 | Being then God's offspring, we ought not to think that the Deity is like gold, or silver, or stone, a representation by the art and imagination of man. | γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὁμοιον. | |
30 | The times of ignorance God overlooked, but now he commands all men everywhere to repent, | τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, | |
31 | because he has fixed a day on which he will judge the world in righteousness by a man whom he has appointed, and of this he has given assurance to all men by raising him from the dead." | καθότι ἐστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὡρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. | |
32 | Now when they heard of the resurrection of the dead, some mocked; but others said, "We will hear you again about this." | Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, Ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν. | |
33 | So Paul went out from among them. | οὑτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. | |
34 | But some men joined him and believed, among them Dionysius the Areopagite and a woman named Damaris and others with them. | τινὲς δὲ ἀνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἑτεροι σὺν αὐτοῖς. |