|
16 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
16 | As we were going to the place of prayer, we were met by a slave girl who had a spirit of divination and brought her owners much gain by soothsaying. | The Imprisonment at Philippi Ac.16.16-40 | Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἐχουσαν Πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἡτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη. |
|
17 | She followed Paul and us, crying, "These men are servants of the Most High God, who proclaim to you the way of salvation." | | αὑτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἐκραζεν λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἱτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. |
|
18 | And this she did for many days. But Paul was annoyed, and turned and said to the spirit, "I charge you in the name of Jesus Christ to come out of her." And it came out that very hour. | | τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν, Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὡρᾳ. |
|
19 | But when her owners saw that their hope of gain was gone, they seized Paul and Silas and dragged them into the market place before the rulers; | | ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἱλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἀρχοντας, |
|
20 | and when they had brought them to the magistrates they said, "These men are Jews and they are disturbing our city. | | καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, |
|
21 | They advocate customs which it is not lawful for us Romans to accept or practice." | | καὶ καταγγέλλουσιν ἐθη ἂ οὐκ ἐξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. |
|
22 | The crowd joined in attacking them; and the magistrates tore the garments off them and gave orders to beat them with rods. | | καὶ συνεπέστη ὁ ὀχλος κατ' αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, |
|
23 | And when they had inflicted many blows upon them, they threw them into prison, charging the jailer to keep them safely. | | πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἐβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· |
|
24 | Having received this charge, he put them into the inner prison and fastened their feet in the stocks. | | ὃς παραγγελίαν τοιαύτην λαβὼν ἐβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον. |
|
25 | But about midnight Paul and Silas were praying and singing hymns to God, and the prisoners were listening to them, | | Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὑμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· |
|
26 | and suddenly there was a great earthquake, so that the foundations of the prison were shaken; and immediately all the doors were opened and every one's fetters were unfastened. | | ἀφνω δὲ σεισμὸς ἐγένετο μέγας ὡστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. |
|
27 | When the jailer woke and saw that the prison doors were open, he drew his sword and was about to kill himself, supposing that the prisoners had escaped. | | ἐξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος τὴν μάχαιραν ἠμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. |
|
28 | But Paul cried with a loud voice, "Do not harm yourself, for we are all here." | | ἐφώνησεν δὲ Παῦλος μεγάλῃ φωνῇ λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἀπαντες γάρ ἐσμεν ἐνθάδε. |
|
29 | And he called for lights and rushed in, and trembling with fear he fell down before Paul and Silas, | | αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἐντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, |
|
30 | and brought them out and said, "Men, what must I do to be saved?" | | καὶ προαγαγὼν αὐτοὺς ἐξω ἐφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; |
|
31 | And they said, "Believe in the Lord Jesus, and you will be saved, you and your household." | | οἱ δὲ εἶπαν, Πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. |
|
32 | And they spoke the word of the Lord to him and to all that were in his house. | | καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. |
|
33 | And he took them the same hour of the night, and washed their wounds, and he was baptized at once, with all his family. | | καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὡρᾳ τῆς νυκτὸς ἐλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, |
|
34 | Then he brought them up into his house, and set food before them; and he rejoiced with all his household that he had believed in God. | | ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ. |
|
35 | But when it was day, the magistrates sent the police, saying, "Let those men go." | | Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. |
|
36 | And the jailer reported the words to Paul, saying, "The magistrates have sent to let you go; now therefore come out and go in peace." | | ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. |
|
37 | But Paul said to them, "They have beaten us publicly, uncondemned, men who are Roman citizens, and have thrown us into prison; and do they now cast us out secretly? No! let them come themselves and take us out." | | ὁ δὲ Παῦλος ἐφη πρὸς αὐτούς, Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἐβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθ όντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. |
|
38 | The police reported these words to the magistrates, and they were afraid when they heard that they were Roman citizens; | | ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, |
|
39 | so they came and apologized to them. And they took them out and asked them to leave the city. | | καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως. |
|
40 | So they went out of the prison, and visited Lydia; and when they had seen the brethren, they exhorted them and departed. | | ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν. |