|
13 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
4 | So, being sent out by the Holy Spirit, they went down to Seleucia; and from there they sailed to Cyprus. | The Apostles Preach in Cyprus Ac.13.4-12 | Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἀγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον, |
|
5 | When they arrived at Salamis, they proclaimed the word of God in the synagogues of the Jews. And they had John to assist them. | | καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. |
|
6 | When they had gone through the whole island as far as Paphos, they came upon a certain magician, a Jewish false prophet, named Bar-Jesus. | | διελθόντες δὲ ὁλην τὴν νῆσον ἀχρι Πάφου εὗρον ἀνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὀνομα Βαριησοῦ, |
|
7 | He was with the proconsul, Sergius Paulus, a man of intelligence, who summoned Barnabas and Saul and sought to hear the word of God. | | ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· |
|
8 | But Elymas the magician (for that is the meaning of his name) withstood them, seeking to turn away the proconsul from the faith. | | ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὑτως γὰρ μεθερμηνεύεται τὸ ὀνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. |
|
9 | But Saul, who is also called Paul, filled with the Holy Spirit, looked intently at him | | Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἀγίου ἀτενίσας εἰς αὐτὸν |
|
10 | and said, "You son of the devil, you enemy of all righteousness, full of all deceit and villainy, will you not stop making crooked the straight paths of the Lord? | | εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ κυρίου τὰς εὐθείας; |
|
11 | And now, behold, the hand of the Lord is upon you, and you shall be blind and unable to see the sun for a time." Immediately mist and darkness fell upon him and he went about seeking people to lead him by the hand. | | καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἐσῃ τυφλὸς μὴ βλέπων τὸν ἡλιον ἀχρι καιροῦ. παραχρῆμά τε ἐπεσεν ἐπ' αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. |
|
12 | Then the proconsul believed, when he saw what had occurred, for he was astonished at the teaching of the Lord. | | τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου. |