|
11 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
11 1 | Now the apostles and the brethren who were in Judea heard that the Gentiles also had received the word of God. | Peter's Report to the Church at Jerusalem Ac.11.1-18 (Jerusalem) | Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἐθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. |
|
2 | So when Peter went up to Jerusalem, the circumcision party criticized him, | | ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς |
|
3 | saying, "Why did you go to uncircumcised men and eat with them?" | | λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἀνδρας ἀκροβυστίαν ἐχοντας καὶ συνέφαγες αὐτοῖς. |
|
4 | But Peter began and explained to them in order: | | ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, |
|
5 | "I was in the city of Joppa praying; and in a trance I saw a vision, something descending, like a great sheet, let down from heaven by four corners; and it came down to me. | | Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὁραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἀχρι ἐμοῦ· |
|
6 | Looking at it closely I observed animals and beasts of prey and reptiles and birds of the air. | | εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. |
|
7 | And I heard a voice saying to me, 'Rise, Peter; kill and eat.' | | ἠκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. |
|
8 | But I said, 'No, Lord; for nothing common or unclean has ever entered my mouth.' | | εἶπον δέ, Μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. |
|
9 | But the voice answered a second time from heaven, 'What God has cleansed you must not call common.' | | ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. |
|
10 | This happened three times, and all was drawn up again into heaven. | | τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἀπαντα εἰς τὸν οὐρανόν. |
|
11 | At that very moment three men arrived at the house in which we were, sent to me from Caesarea. | | καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἀνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. |
|
12 | And the Spirit told me to go with them, making no distinction. These six brethren also accompanied me, and we entered the man's house. | | εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· |
|
13 | And he told us how he had seen the angel standing in his house and saying, 'Send to Joppa and bring Simon called Peter; | | ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἀγγελον ἐν τῷ οἰκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, |
|
14 | he will declare to you a message by which you will be saved, you and all your household.' | | ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. |
|
15 | As I began to speak, the Holy Spirit fell on them just as on us at the beginning. | | ἐν δὲ τῷ ἀρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἀγιον ἐπ' αὐτοὺς ὡσπερ καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ. |
|
16 | And I remembered the word of the Lord, how he said, 'John baptized with water, but you shall be baptized with the Holy Spirit.' | | ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἐλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὑδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἀγίῳ. |
|
17 | If then God gave the same gift to them as he gave to us when we believed in the Lord Jesus Christ, who was I that I could withstand God?" | | εἰ οὖν τὴν ἰσην δωρεὰν ἐδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἠμην δυνατὸς κωλῦσαι τὸν θεόν; |
|
18 | When they heard this they were silenced. And they glorified God, saying, "Then to the Gentiles also God has granted repentance unto life." | | ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, Ἄρα καὶ τοῖς ἐθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἐδωκεν. |