|
| 10 |
New English Bible (New Testament) |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 10 1 | At Caesarea there was a man named Cornelius, a centurion in the Italian Cohort, as it was called. | Peter and Cornelius Ac.10.1-33 (Caesarea) | Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, |
|
| 2 | He was a religious man, and he and his whole family joined in the worship of God. He gave generously to help the Jewish people, and was regular in his prayers to God. | | εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἰκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, |
|
| 3 | One day about three in the afternoon he had a vision in which he clearly saw an angel of God, who came into his room and said, 'Cornelius!' | | εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὡραν ἐνάτην τῆς ἡμέρας ἀγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. |
|
| 4 | He stared at him in terror. 'What is it, my lord?' he asked. The angel said, 'Your prayers and acts of charity have gone up to heaven to speak for you before God. | | ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἐμφοβος γενόμενος εἶπεν, Τί ἐστιν, κύριὲ; εἶπεν δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐμπροσθεν τοῦ θεοῦ. |
|
| 5 | And now send to Joppa for a man named Simon, also called Peter: | | καὶ νῦν πέμψον ἀνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος· |
|
| 6 | he is lodging with another Simon, a tanner, whose house is by the sea.' | | οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. |
|
| 7 | So when the angel who was speaking to him had gone, he summoned two of his servants and a military orderly who was a religious man, | | ὡς δὲ ἀπῆλθεν ὁ ἀγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, |
|
| 8 | told them the whole story, and sent them to Joppa.
| | καὶ ἐξηγησάμενος ἀπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. |
|
| 9 | Next day, while they were still on their way and approaching the city, about noon Peter went up on the roof to pray. | | Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὡραν ἑκτην. |
|
| 10 | He grew hungry and wanted something to eat. While they were getting it ready, he fell into a trance. | | ἐγένετο δὲ πρόσπεινος καὶ ἠθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ' αὐτὸν ἐκστασις, |
|
| 11 | He saw a rift in the sky, and a thing coming down that looked like a great sheet of sailcloth. It was slung by the four corners, and was being lowered to the ground. | | καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, |
|
| 12 | In it he saw creatures of every kind, whatever walks or crawls or flies. | | ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ. |
|
| 13 | Then there was a voice which said to him, 'Up, Peter, kill and eat.' | | καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. |
|
| 14 | But Peter said, 'No, Lord, no: I have never eaten anything profane or unclean.' | | ὁ δὲ Πέτρος εἶπεν, Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἐφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. |
|
| 15 | The voice came again a second time: 'It is not for you to call profane what God counts clean.' | | καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. |
|
| 16 | This happened three times; and then the thing was taken up again into the sky.
| | τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. |
|
| 17 | While Peter was still puzzling over the meaning of the vision he had seen, the messengers of Cornelius had been asking the way to Simon's house, and now arrived at the entrance. | | Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἰη τὸ ὁραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἀνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, |
|
| 18 | They called out and asked if Simon Peter was lodging there. | | καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. |
|
| 19 | But Peter was thinking over the vision, when the Spirit said to him, 'Some One witness reads: Two; others read: Three. men are here looking for you; | | τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ πνεῦμα, Ἰδοὺ ἄνδρες δύο ζητοῦσίν σε· |
|
| 20 | make haste and go downstairs. You may go with them without any misgiving, for it was I who sent them.' | | ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. |
|
| 21 | Peter came down to the men and said, 'You are looking for me? Here I am. What brings you here?' | | καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἀνδρας εἶπεν, Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δῖ ἣν πάρεστὲ; |
|
| 22 | 'We are from the centurion Cornelius,' they replied, 'a good and religious man, acknowledged as such by the whole Jewish nation. He was directed by a holy angel to send for you to his house and to listen to what you have to say.' | | οἱ δὲ εἶπαν, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὁλου τοῦ ἐθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἀγίου μεταπέμψασθαι σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. |
|
| 23 | So Peter asked them in and gave them a night's lodging. Next day he set out with them, accompanied by some members of the congregation at Joppa.
| | εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. |
|
| 24 | The day after that, he arrived at Caesarea. Cornelius was expecting them and had called together his relatives and close friends. | | τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. |
|
| 25 | When Peter arrived, Cornelius came to meet him, and bowed to the ground in deep reverence. | | ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. |
|
| 26 | But Peter raised him to his feet and said, 'Stand up; I am a man like anyone else.' | | ὁ δὲ Πέτρος ἠγειρεν αὐτὸν λέγων, Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. |
|
| 27 | Still talking with him he went in and found a large gathering. | | καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, |
|
| 28 | He said to them, 'I need not tell you that a Jew is forbidden by his religion to visit or associate with a man of another race; yet God has shown me clearly that I must not call any man profane or unclean. | | ἐφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἐδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἀνθρω πον· |
|
| 29 | That is why I came here without demur when you sent for me. May I ask what was your reason for sending?'
| | διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ μὲ; |
|
| 30 | Cornelius said, 'Four days ago, just about this time, I was in the house here saying the afternoon prayers, when suddenly a man in shining robes stood before me. | | καὶ ὁ Κορνήλιος ἐφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὡρας ἠμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἰκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἐστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ |
|
| 31 | He said: "Cornelius, your prayer has been heard and your acts of charity remembered before God. | | καὶ φησίν, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. |
|
| 32 | Send to Joppa, then, to Simon Peter, and ask him to come. He is lodging in the house of Simon the tanner, by the sea." | | πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν. |
|
| 33 | So I sent to you there and then; it was kind of you to come. And now we are all met here before God, to hear all that the Lord has ordered you to say.'
| | ἐξαυτῆς οὖν ἐπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου. |