|
| 10 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 10 1 | At Caesarea there was a man named Cornelius, a centurion of what was known as the Italian Cohort, | Peter and Cornelius Ac.10.1-33 (Caesarea) | Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, |
|
| 2 | a devout man who feared God with all his household, gave alms liberally to the people, and prayed constantly to God. | | εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἰκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, |
|
| 3 | About the ninth hour of the day he saw clearly in a vision an angel of God coming in and saying to him, "Cornelius." | | εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὡραν ἐνάτην τῆς ἡμέρας ἀγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. |
|
| 4 | And he stared at him in terror, and said, "What is it, Lord?" And he said to him, "Your prayers and your alms have ascended as a memorial before God. | | ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἐμφοβος γενόμενος εἶπεν, Τί ἐστιν, κύριὲ; εἶπεν δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐμπροσθεν τοῦ θεοῦ. |
|
| 5 | And now send men to Joppa, and bring one Simon who is called Peter; | | καὶ νῦν πέμψον ἀνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος· |
|
| 6 | he is lodging with Simon, a tanner, whose house is by the seaside." | | οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. |
|
| 7 | When the angel who spoke to him had departed, he called two of his servants and a devout soldier from among those that waited on him, | | ὡς δὲ ἀπῆλθεν ὁ ἀγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, |
|
| 8 | and having related everything to them, he sent them to Joppa. | | καὶ ἐξηγησάμενος ἀπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. |
|
| 9 | The next day, as they were on their journey and coming near the city, Peter went up on the housetop to pray, about the sixth hour. | | Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὡραν ἑκτην. |
|
| 10 | And he became hungry and desired something to eat; but while they were preparing it, he fell into a trance | | ἐγένετο δὲ πρόσπεινος καὶ ἠθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ' αὐτὸν ἐκστασις, |
|
| 11 | and saw the heaven opened, and something descending, like a great sheet, let down by four corners upon the earth. | | καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, |
|
| 12 | In it were all kinds of animals and reptiles and birds of the air. | | ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ. |
|
| 13 | And there came a voice to him, "Rise, Peter; kill and eat." | | καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. |
|
| 14 | But Peter said, "No, Lord; for I have never eaten anything that is common or unclean." | | ὁ δὲ Πέτρος εἶπεν, Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἐφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. |
|
| 15 | And the voice came to him again a second time, "What God has cleansed, you must not call common." | | καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. |
|
| 16 | This happened three times, and the thing was taken up at once to heaven. | | τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. |
|
| 17 | Now while Peter was inwardly perplexed as to what the vision which he had seen might mean, behold, the men that were sent by Cornelius, having made inquiry for Simon's house, stood before the gate | | Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἰη τὸ ὁραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἀνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, |
|
| 18 | and called out to ask whether Simon who was called Peter was lodging there. | | καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. |
|
| 19 | And while Peter was pondering the vision, the Spirit said to him, "Behold, two/three men are looking for you. | | τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ πνεῦμα, Ἰδοὺ ἄνδρες δύο ζητοῦσίν σε· |
|
| 20 | Rise and go down, and accompany them without hesitation; for I have sent them." | | ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. |
|
| 21 | And Peter went down to the men and said, "I am the one you are looking for; what is the reason for your coming?" | | καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἀνδρας εἶπεν, Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δῖ ἣν πάρεστὲ; |
|
| 22 | And they said, "Cornelius, a centurion, an upright and God-fearing man, who is well spoken of by the whole Jewish nation, was directed by a holy angel to send for you to come to his house, and to hear what you have to say." | | οἱ δὲ εἶπαν, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὁλου τοῦ ἐθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἀγίου μεταπέμψασθαι σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. |
|
| 23 | So he called them in to be his guests. The next day he rose and went off with them, and some of the brethren from Joppa accompanied him. | | εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. |
|
| 24 | And on the following day they entered Caesarea. Cornelius was expecting them and had called together his kinsmen and close friends. | | τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. |
|
| 25 | When Peter entered, Cornelius met him and fell down at his feet and worshipped him. | | ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. |
|
| 26 | But Peter lifted him up, saying, "Stand up; I too am a man." | | ὁ δὲ Πέτρος ἠγειρεν αὐτὸν λέγων, Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. |
|
| 27 | And as he talked with him, he went in and found many persons gathered; | | καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, |
|
| 28 | and he said to them, "You yourselves know how unlawful it is for a Jew to associate with or to visit anyone of another nation; but God has shown me that I should not call any man common or unclean. | | ἐφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἐδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἀνθρω πον· |
|
| 29 | So when I was sent for, I came without objection. I ask then why you sent for me." | | διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ μὲ; |
|
| 30 | And Cornelius said, "Four days ago, about this hour, I was keeping the ninth hour of prayer in my house; and behold, a man stood before me in bright apparel, | | καὶ ὁ Κορνήλιος ἐφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὡρας ἠμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἰκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἐστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ |
|
| 31 | saying, 'Cornelius, your prayer has been heard and your alms have been remembered before God. | | καὶ φησίν, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. |
|
| 32 | Send therefore to Joppa and ask for Simon who is called Peter; he is lodging in the house of Simon, a tanner, by the seaside.' | | πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν. |
|
| 33 | So I sent to you at once, and you have been kind enough to come. Now therefore we are all here present in the sight of God, to hear all that you have been commanded by the Lord." | | ἐξαυτῆς οὖν ἐπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου. |