8 | katapi NEW STUDY BIBLE | Passage | New Testament in Greek (UBS.Ed.26) |
8 1 | And Saul was consenting to his death. And on that day a great persecution arose against the church in Jerusalem; and they were all scattered throughout the region of Judea and Samaria, except the apostles. | Saul Persecutes the Church Ac.8.1-3 (Jerusalem) | Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων. |
2 | Devout men buried Stephen, and made great lamentation over him. | συνεκόμισαν δὲ τὸν Στέφανον ἀνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ. | |
3 | But Saul was ravaging the church, and entering house after house, he dragged off men and women and committed them to prison. | Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἰκους εἰσπορευόμενος, σύρων τε ἀνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. | |
4 | Now those who were scattered went about preaching the word. | The Gospel Preached in Samaria Ac.8.4-25 (Samaria) | Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. |
5 | Philip went down to a city of Samaria, and proclaimed to them the Christ. | Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. | |
6 | And the multitudes with one accord gave heed to what was said by Philip, when they heard him and saw the signs which he did. | προσεῖχον δὲ οἱ ὀχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἂ ἐποίει· | |
7 | For unclean spirits came out of many who were possessed, crying with a loud voice; and many who were paralysed or lame were healed. | πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· | |
8 | So there was much joy in that city. | ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ. | |
9 | But there was a man named Simon who had previously practiced magic in the city and amazed the nation of Samaria, saying that he himself was somebody great. | Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἐθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, | |
10 | They all gave heed to him, from the least to the greatest, saying, "This man is that power of God which is called Great." | ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἑως μεγάλου λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ καλουμένη Μεγάλη. | |
11 | And they gave heed to him, because for a long time he had amazed them with his magic. | προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. | |
12 | But when they believed Philip as he preached good news about the kingdom of God and the name of Jesus Christ, they were baptized, both men and women. | ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἀνδρες τε καὶ γυναῖκες. | |
13 | Even Simon himself believed, and after being baptized he continued with Philip. And seeing signs and great miracles performed, he was amazed. | ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο. |