|
6 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
6 1 | Now in these days when the disciples were increasing in number, the Hellenists murmured against the Hebrews because their widows were neglected in the daily distribution. | The Appointment of the Seven Ac.6.1-7 (Jerusalem) | Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. |
|
2 | And the twelve summoned the body of the disciples and said, "It is not right that we should give up preaching the word of God to serve tables. | | προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις· |
|
3 | Therefore, brethren, pick out from among you seven men of good repute, full of the Spirit and of wisdom, whom we may appoint to this duty. | | ἐπισκέψασθε δέ, ἀδελφοί, ἀνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· |
|
4 | But we will devote ourselves to prayer and to the ministry of the word." | | ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. |
|
5 | And what they said pleased the whole multitude, and they chose Stephen, a man full of faith and of the Holy Spirit, and Philip, and Prochorus, and Nicanor, and Timon, and Parmenas, and Nicolaus, a proselyte of Antioch. | | καὶ ἠρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἀνδρα πλήρης πίστεως καὶ πνεύματος ἀγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, |
|
6 | These they set before the apostles, and they prayed and laid their hands upon them. | | οὓς ἐστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. |
|
7 | And the word of God increased; and the number of the disciples multiplied greatly in Jerusalem, and a great many of the priests were obedient to the faith. | | Καὶ ὁ λόγος τοῦ θεοῦ ηὐξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὀχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει. |