4 | katapi NEW STUDY BIBLE | Passage | New Testament in Greek (UBS.Ed.26) |
4 1 | And as they were speaking to the people, the priests and the captain of the temple and the Sadducees came upon them, | Peter and John before the Council Ac.4.1-22 (Jerusalem) | Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, |
2 | annoyed because they were teaching the people and proclaiming in Jesus the resurrection from the dead. | διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν, | |
3 | And they arrested them and put them in custody until the morrow, for it was already evening. | καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἐθεντο εἰς τήρησιν εἰς τὴν αὐριον· ἦν γὰρ ἑσπέρα ἠδη. | |
4 | But many of those who heard the word believed; and the number of the men came to about five thousand. | πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε. | |
5 | On the morrow their rulers and elders and scribes were gathered together in Jerusalem, | Ἐγένετο δὲ ἐπὶ τὴν αὐριον συναχθῆναι αὐτῶν τοὺς ἀρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ | |
6 | with Annas the high priest and Caiaphas and John and Alexander, and all who were of the high-priestly family. | (καὶ Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὁσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ) | |
7 | And when they had set them in the midst, they inquired, "By what power or by what name did you do this?" | καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; | |
8 | Then Peter, filled with the Holy Spirit, said to them, "Rulers of the people and elders, | τότε Πέτρος πλησθεὶς πνεύματος ἀγίου εἶπεν πρὸς αὐτούς, Ἀρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, | |
9 | if we are being examined today concerning a good deed done to a cripple, by what means this man has been healed, | εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωται, | |
10 | be it known to you all, and to all the people of Israel, that by the name of Jesus Christ of Nazareth, whom you crucified, whom God raised from the dead, by him this man is standing before you well. | γνωστὸν ἐστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἠγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτ ος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. | |
11 | This is the stone which was rejected by you builders, but which has become the head of the corner. | - the stone which was rejected by you builders Ac.4.11 | Ps.118.22 | οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, |
12 | And there is salvation in no one else, for there is no other name under heaven given among men by which we must be saved." | καὶ οὐκ ἐστιν ἐν ἀλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὀνομά ἐστιν ἑτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. | |
13 | Now when they saw the boldness of Peter and John, and perceived that they were uneducated, common men, they wondered; and they recognized that they had been with Jesus. | Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν· | |
14 | But seeing the man that had been healed standing beside them, they had nothing to say in opposition. | τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. | |
15 | But when they had commanded them to go aside out of the council, they conferred with one another, | κελεύσαντες δὲ αὐτοὺς ἐξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους | |
16 | saying, "What shall we do with these men? For that a notable sign has been performed through them is manifest to all the inhabitants of Jerusalem, and we cannot deny it. | λέγοντες, Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δῖ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι· | |
17 | But in order that it may spread no further among the people, let us warn them to speak no more to anyone in this name." | ἀλλ' ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. | |
18 | So they called them and charged them not to speak or teach at all in the name of Jesus. | καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. | |
19 | But Peter and John answered them, "Whether it is right in the sight of God to listen to you rather than to God, you must judge; | ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε, | |
20 | for we cannot but speak of what we have seen and heard." | οὐ δυνάμεθα γὰρ ἡμεῖς ἂ εἰδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. | |
21 | And when they had further threatened them, they let them go, finding no way to punish them, because of the people; for all men praised God for what had happened. | οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι· | |
22 | For the man on whom this sign of healing was performed was more than forty years old. | ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ' ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. |