|
3 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
3 1 | Now Peter and John were going up to the temple at the hour of prayer, the ninth hour. | The lame man healed at the gate of the Temple Acts 3:1-10 (Beautiful Gate, The Temple, Jerusalem) | Πέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὡραν τῆς προσευχῆς τὴν ἐνάτην. |
|
2 | And a man lame from birth was being carried, whom they laid daily at that gate of the temple which is called Beautiful to ask alms of those who entered the temple. | | καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ' ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· |
|
3 | Seeing Peter and John about to go into the temple, he asked for alms. | | ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν. |
|
4 | And Peter directed his gaze at him, with John, and said, "Look at us." | | ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν, Βλέψον εἰς ἡμᾶς. |
|
5 | And he fixed his attention upon them, expecting to receive something from them. | | ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν. |
|
6 | But Peter said, "I have no silver and gold, but I give you what I have; in the name of Jesus Christ of Nazareth, walk." | | εἶπεν δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἐχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου περιπάτει. |
|
7 | And he took him by the right hand and raised him up; and immediately his feet and ankles were made strong. | | καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἠγειρεν αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά, |
|
8 | And leaping up he stood and walked and entered the temple with them, walking and leaping and praising God. | | καὶ ἐξαλλόμενος ἐστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἀλλόμενος καὶ αἰνῶν τὸν θεόν. |
|
9 | And all the people saw him walking and praising God, | | καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, |
|
10 | and recognized him as the one who sat for alms at the Beautiful Gate of the temple; and they were filled with wonder and amazement at what had happened to him. | | ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ. |