2 | katapi NEW STUDY BIBLE | Passage | New Testament in Greek (UBS.Ed.26) |
22 | "Men of Israel, hear these words: Jesus of Nazareth, a man attested to you by God with mighty works and wonders and signs which God did through him in your midst, as you yourselves know - | Ac.2.22-39 | Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἀνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δῖ αὐτου ' ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, |
23 | this Jesus, delivered up according to the definite plan and foreknowledge of God, you crucified and killed by the hands of lawless men. | τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἐκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, | |
24 | But God raised him up, having loosed the pangs of death, because it was not possible for him to be held by it. | ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ· | |
25 | For David says concerning him, 'I saw the Lord always before me, | - I saw the Lord always before me Ac.2.25-28 | Ps.16.8-11 | Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, |
26 | therefore my heart was glad, and my tongue rejoiced; moreover my flesh will dwell in hope. | διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι· | |
27 | For you will not abandon my soul to Hades, nor let your Holy One see corruption. | ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. | |
28 | You have made known to me the ways of life; you will make me full of gladness with your presence.' | ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. | |
29 | bdOlKj swqealanuipr, url=http://plsswychqcfo.com/plsswychqcfo/url, link=http://ebzbwvmhnjjr.com/ebzbwvmhnjjr/link, http://cgeqxhbbxosm.com/ | Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἀχρι τῆς ἡμέρας ταύ της· | |
30 | Being therefore a prophet, and knowing that God had sworn with an oath to him that he would set one of his descendants upon his throne, | προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὁρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, | |
31 | he foresaw and spoke of the resurrection of the Christ, that he was not abandoned to Hades, nor did his flesh see corruption. | προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην | |
32 | This Jesus God raised up, and of that we all are witnesses. | τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. | |
33 | Being therefore exalted at the right hand of God, and having received from the Father the promise of the Holy Spirit, he has poured out this which you see and hear. | τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἀγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε. | |
34 | For David did not ascend into the heavens; but he himself says, 'The Lord said to my Lord, | - till I make thy enemies a stool for thy feet Ac.2.34-35 | Ps.110.1 | οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, |
35 | till I make your enemies a stool for your feet.' | ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. | |
36 | Let all the house of Israel therefore know assuredly that God has made him both Lord and Christ, this Jesus whom you crucified." | ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. | |
37 | Now when they heard this they were cut to the heart, and said to Peter and the rest of the apostles, "Brethren, what shall we do?" | Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ποιήσωμεν, ἀνδρες ἀδελφοί; | |
38 | And Peter said to them, "Repent, and be baptized every one of you in the name of Jesus Christ for the forgiveness of your sins; and you shall receive the gift of the Holy Spirit. | Πέτρος δὲ πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισθήτω ἑκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἀφεσιν τῶν ἀμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἀγίου πνεύματος· | |
39 | For the promise is to you and to your children and to all that are far off, everyone whom the Lord our God calls to him." | ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὁσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. |