|
3 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
22 | After this Jesus and his disciples went into the land of Judea; there he remained with them and baptized. | Jesus and John the Baptist Jn.3.22-30 (Aenon) | Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν. |
|
23 | JOHN also was baptizing at Aenon near Salim, because there was much water there; and people came and were baptized. | | ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὑδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· |
|
24 | For John had not yet been put in prison. | | οὐπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. |
|
25 | Now a discussion arose between John's disciples and a Jew over purifying. | | Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. |
|
26 | And they came to John, and said to him, "Rabbi, he who was with you beyond the Jordan, to whom you bore witness, here he is, baptizing, and all are going to him." | | καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρΤύρηκας, ἰδε οὗτος βαπτίζει καὶ πάντες ἐρχονται πρὸς αὐτόν. |
|
27 | John answered, "No one can receive anything except what is given him from heaven. | | ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. |
|
28 | You yourselves bear me witness, that I said, I am not the Christ, but I have been sent before him. | | αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον ὁτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ' ὅτι Ἀπεσταλμένος εἰμὶ ἐμπροσθεν ἐκείνου. |
|
29 | He who has the bride is the bridegroom; the friend of the bridegroom, who stands and hears him, rejoices greatly at the bridegroom's voice; therefore this joy of mine is now full. | | ὁ ἐχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὑτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. |
|
30 | He must increase, but I must decrease." | | ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. |