|
18 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
18 | And a ruler asked him, "Good Teacher, what shall I do to inherit eternal life?" | The Rich Young Man Lk.18.18-30 (borders of Samaria) | Mt.19.16-30 | Mk.10.17-31 | Καὶ ἐπηρώτησέν τις αὐτὸν ἀρχων λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσὼ; |
|
19 | And Jesus said to him, "Why do you call me good? No one is good but God alone. | | εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. |
|
20 | You know the commandments: 'Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Honour your father and mother.' " | | τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. |
|
21 | And he said, "All these I have observed from my youth." | | ὁ δὲ εἶπεν, Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος. |
|
22 | And when Jesus heard it, he said to him, "One thing you still lack. Sell all that you have and distribute to the poor, and you will have treasure in heaven; and come, follow me." | | ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἑν σοι λείπει· πάντα ὁσα ἐχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἑξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. |
|
23 | But when he heard this he became sad, for he was very rich. | | ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. |
|
24 | Jesus looking at him said, "How hard it is for those who have riches to enter the kingdom of God! | | Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἐχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· |
|
25 | For it is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of God." | | εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. |
|
26 | Those who heard it said, "Then who can be saved?" | | εἶπαν δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναὶ; |
|
27 | But he said, "What is impossible with men is possible with God." | | ὁ δὲ εἶπεν, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν. |
|
28 | And Peter said, "Lo, we have left our homes and followed you." | | Εἶπεν δὲ ὁ Πέτρος, Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἰδια ἠκολουθήσαμέν σοι. |
|
29 | And he said to them, "Truly, I say to you, there is no man who has left house or wife or brothers or parents or children, for the sake of the kingdom of God, | | ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἑνεκεν τῆς βασιλείας τοῦ θεοῦ, |
|
30 | who will not receive manifold more in this time, and in the age to come eternal life." | | ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. |