|
| 16 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 19 | "There was a rich man, who was clothed in purple and fine linen and who feasted sumptuously every day. | The Rich Man and Lazarus Lk.16.19-31 (Peraea) | Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. |
|
| 20 | And at his gate lay a poor man named Lazarus, full of sores, | | πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος |
|
| 21 | who desired to be fed with what fell from the rich man's table; moreover the dogs came and licked his sores. | | καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἑλκη αὐτοῦ. |
|
| 22 | The poor man died and was carried by the angels to Abraham's bosom. The rich man also died and was buried; | | ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. |
|
| 23 | and in Hades, being in torment, he lifted up his eyes, and saw Abraham far off and Lazarus in his bosom. | | καὶ ἐν τῷ ᾀδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. |
|
| 24 | And he called out, 'Father Abraham, have mercy upon me, and send Lazarus to dip the end of his finger in water and cool my tongue; for I am in anguish in this flame.' | | καὶ αὐτὸς φωνήσας εἶπεν, Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἀκρον τοῦ δακτύλου αὐτοῦ ὑδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. |
|
| 25 | But Abraham said, 'Son, remember that you in your lifetime received your good things, and Lazarus in like manner evil things; but now he is comforted here, and you are in anguish. | | εἶπεν δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. |
|
| 26 | And besides all this, between us and you a great chasm has been fixed, in order that those who would pass from here to you may not be able, and none may cross from there to us.' | | καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὁπως οἱ θέλοντες διαβῆναι ἐνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. |
|
| 27 | And he said, 'Then I beg you, father, to send him to my father's house, | | εἶπεν δέ, Ἐρωτῶ σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, |
|
| 28 | for I have five brothers, so that he may warn them, lest they also come into this place of torment.' | | ἐχω γὰρ πέντε ἀδελφούς, ὁπως διαμαρΤύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἐλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. |
|
| 29 | But Abraham said, 'They have Moses and the prophets; let them hear them.' | | λέγει δὲ Ἀβραάμ, Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· κουσάτωσαν αὐτῶν. |
|
| 30 | And he said, 'No, father Abraham; but if some one goes to them from the dead, they will repent.' | | ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. |
|
| 31 | He said to him, 'If they do not hear Moses and the prophets, neither will they be convinced if someone should rise from the dead.' " | | εἶπεν δὲ αὐτῷ, Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ' ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται. |